Le versioni di greco di Anonimo del Sublime e le traduzioni in italiano

Le fonti del Sublime

Επει δε πεντε, ως αν εωποι τις, πηγαι τινες εισιν αι της υψηγοριας γονιμωταται, προυποκειμενης, ωσπερ εδαφους τινος κοινου, ταις πεντε ταυταις ιδεαις της εν τω λεγειν δυναμεως, ης ολως χωρις ουδεν, πρωτον μεν και κρατιστον το περι τας νοησεις αδρεπηβολον, ως καν τοις περι Ξενοφωντος ωριπαμεθα, δευτερον δε τοσφοδρον και ενθουσισατικον παθος. Αλλ' αι μεν δυο ουται του υψους κατα το πλεον αυθιγενεις συστασεις, οι λοιπαι δ' ηδη και δια τεχνης, η τε ποια των σχηματων πλασις ( διοσα δε που ταυτα, τα μεν νοησεως, θατερα δε λεξεως ), επι δε τουτοις η γενναια φρασις, ης μερη παλιν ονοματων τε εκλαγη...

Traduzione

Le figure contribuiscono al Sublime

Φυσει πως συμμαχει τε τω υψει τα σχηματα και παλιν αντισυμμαχειται θαυμαστως υπ' αυτου. Πη δε και πως; Εγω φρασω. Υποπτον εστιν ιδιως το δια σχηματων πανουργειν και προσβαλλον υπονοιαν ενεδρας, επιβουλης, παραλογισμου, και ταυθ' οταν η προς κριτην κυριον ο λογον, μαλιστα δε προς τυραννους, βασιλεας, ηγεμονας εν υπεροχαις αγανεκτει γαρ ευθυς, ει ως παις αφρων υπο τεχνιτου ρητορος σχηματιοις κατασοφιζεται, και εις καταφρονησιν εαυτου λαμβανων τον παραλογισμον ενιοτε μεν αποθηριουται το συνολον, καν επικρατηση δε του θυμου, προς την πειθω των λογων παντως αντιδεανιθεται. Διοπερ και τοτε αριστον...

Traduzione

La Fantasia

Ογκου και μεγαληγοριας και αγωνος επι τουτοις, ω νεανια, και αι φαντασιαι παρασκευαστικωταται: ουτω γουν ειδωλοποιιας αυτας ενιοι λεγουσι. Καλειται μεν γαρ κοινως φαντασια παν το οπωσουν εννοημα γεννητικον λογου παρισταμενον: ηδη δ' επι τουτων κεκρατηκεν τουνομα, οταν α λεγεις υπ' ενθουσιασμου και παθους βλεπειν δοκης και υπ' οψιν τιθης τοις ακουουσιν. Ως δ' ετερον τι η ρητορικη φαντασια βουλεται και ετερον η παρα ποιηταις, ουκ αν λαθοι σε, ουδ' οτι της μεν εν ποιησει τελος εστιν εκπληξις, της δ' εν λογοις εναργεια, αμφοτεραι δ' ομως το τε παθητικον επιζητουσι και το συγκεκινημενον.

Traduzione

Il sublime è la risonanza di un animo grande

Ου μην αλλ' επει την κρατιστην μοιραν επεχει των αλλων το πρωτον, λεγω δε το μεγαλοφυες, χρη κανταυθα, και ει δωρητον το πραγμα μαλλον η κτητον, ομως καθ' οσον οιον τε τας ψυχας ανατρεφειν προς τα μεγεθη και ωσπερ εγκυμονας αει ποιειν γενναιου παραστηματος. Τινα, φησεις, τροπον; γεγραφα που και ετερωθι το τοιουτον: υψος μεγαλοφροσυνης απηχημα. Οθεν και φωνης διχα θαυμαζεται ποτε ψιλη καθ' εαυτην η εννοια δι αυτο το μεγαλοφρον, ως η του Αιαντος εν Νεκυια σιωπη μεγα και παντος υψηλοτερον λογου. Πρωτον ουν το εξ ου γινεται προυποτιθεσθαι παντως αναγκαιον, ως εχειν δει τον αληθη ρητορα μη ταπεινον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it