Le versioni di greco di Caritone e le traduzioni in italiano

La bellezza di Calliroe e Cherea

Ερμοκρατης ο Συρακοσιων στρατηγος, ουτος ο νικησας Αθηναιους, ειχε θυγατερα Καλλιροην τουνομα, θαυμαστον τι χρημα παρθενου και αγαλμα της ολης Σικελιας. Ην γαρ το καλλος ουκ ανθρωπινον αλλα θειον, ουδε Νηρηιδος η Νυμφης των ορειων αλλ' αυτης Αφροδιτης. Φημη δε του παραδοξου θεαματος πανταχου διετρεχε και μνηστηρες κατερρεον εις Συρακουσας, δυνασται τε και παιδες τυραννων, ουκ εκ Σικελιας μονον, αλλα και εξ Ιταλιας και ηπειρου και εθνων των εν ηπειρω. Ο δε Ερως ζευγος ιδιον ηθελησε συλλεξαι. Χαιρεας γαρ τις ην μειρακιον ευμορφον, παντων υπερεχον, οιον Αχιλλεα και Νιρεα και Ιππολυτον και Αλκιβιαδην πλασται και γραφεις αποδεικνυουσι, πατρος Αριστωνος τα δευτερα εν Συρακουσαις μετα Ερμοκρατην φερομενου. Και τις ην εν αυτοις πολιτικος φθονος ωστε θαττον αν πασιν η αλληλοις εκηδευσαν. Φιλονικος δε εστιν ο Ερως και χαιρει τοις παραδοξοις κατορθωμασιν· εζητησε δε τοιονδε τον καιρον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it