Le versioni di greco di Cassio Dione e le traduzioni in italiano

Suicidio di Antonio

Ιδουσα δε τουθ' η Κλεοπατρα τας τε ναυς αυτομολησαι εποιησε, και αυτη ες το ηριον εξαιφνης εσεπηδησε, λογω μεν ως τον Καισαρα φοβουμενη και προδιαφθειραι τροπον τινα εαυτην βουλομενη, εργω δε και τον Αντωνιον εκεισε εσελθειν προκαλουμενη· υπετοπει μεν γαρ προδιδοσθαι, ου μεντοι και επιστευεν υπο του ερωτος, αλλα και μαλλον ως ειπειν εκεινην η εαυτον ηλεει. Οπερ που η Κλεοπατρα ακριβως ειδυια ηλπισεν οτι, αν πυθηται αυτην τετελευτηκυιαν, ουκ επιβιωσεται αλλα παραχρημα αποθανειται. Και δια τουτο ες τε το μνημειον συν τε ευνουχω τινι και συν θεραπαιναις δυο εσεδραμε, και εκειθεν αγγελιαν αυτω ως και απολωλυια επεμψε. Και ος ακουσας τουτο ουκ εμελλησεν, αλλ' επαποθανειν αυτη επεθυμησε.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it