Versioni di greco di Diodoro Siculo tradotte in italiano

Euno

Ηυ δε τις οικετης Αντιγενους Ενναιου, Συρος το γενος εκ της Απαμειας, ανθρωπος μαγος και τερατουργος τον τροπον. Ουτος προσεποιειτο θεων επιταγμασι καθ' υπνον προλεγειν τα μελλοντα, και πολλους δια την εις τουτο το μερος ευφυιαν εξηπατα. Εντευθεν προιων ου μονον εξ ονειρων εμαντευετο, αλλα και εγρηγοροτως θεους οραν υπεκρινετο και εξ αυτων ακουειν τα μελλοντα. Πολλων δ' υπ αυτου σχεδιαζομενων απο τυχης ενια προς αληθειαν εξεβαινε· και των μεν μη γινομενων υπ' ουδενος ελεγχομενων, των δε συντελουμενων επισημασιας τυγχανοντων, προ­κοπην ελαμβανεν η περι αυτον δοξα.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it