Le versioni di greco di Diodoro Siculo e le traduzioni in italiano

Il compito dello storico

Παντων μεν των εν ταις αναγραφαις χρησιμων προνοητεον τους ιστοριαν συνταττομενους, μαλιστα δε της κατα μερος οικονομιας. Αυτη γαρ ου μονον εν τοις ιδιωτικοις βιοις πολλα συμβαλλεται προς διαμονην και αυξησιν της ουσιας, αλλα και κατα τας ιστοριας ουκ ολιγα ποιει προτερηματα τοις συγγραφευσιν. Ενιοι δε και κατα την λεξιν και κατα την πολυπειριαν των αναγραφομενων πραξεων επαινουμενοι δικαιως, εν τω κατα την οικονομιαν χειρισμω διημαρτον, ωστε τους μεν πονους και την επιμελειαν αυτων αποδοχης τυγχανειν παρα τοις αναγινωσκουσι, την δε ταξιν των αναγεγραμμενων δικαιας τυγχανειν επιτιμησεως. Τιμαιος μεν ουν μεγιστην προνοιαν πεποιημενος της των χρονων ακριβειας και της πολυπειριας πεφροντικως, δια τας ακαιρους και μακρας επιτιμησεις ευλογως διαβαλλεται, και δια την υπερβολην της επιτιμησεως Επιτιμαιος υπο τινων ωνομασθη. Εφορος δε τας κοινας πραξεις αναγραφων ου μονον κατα την λεξιν, αλλα και κατα την οικονομιαν επιτετευχε: των γαρ βιβλιων εκαστον πεποιηκε περιεχειν κατα γενος τας πραξεις. Διοπερ και ημεις τουτο το γενος του χειρισμου προκριναντες, κατα το δυνατον αντεχομεθα ταυτης της προαιρεσεως.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it