Versioni di greco di Diodoro Siculo tradotte in italiano

Le origini di Roma

Ενιοι μεν ουν των συγγραφεων πλανηθεντες υπελαβον τους περι τον Ρωμυλον εκ της Αινειου θυγατρος γεννηθεντας εκτικεναι την Ρωμην· το δ' αληθες ουχ ουτως εχει, πολλων μεν εν τω μεταξυ χρονω του τ' Αινειου και Ρωμυλου γεγονοτων βασιλεων, εκτισμενης δε της Ρωμης κατα το δευτερον ετος της εβδομης ολυμπιαδος· αυτη γαρ η κτισις υστερει των Τρωικων ετεσι τρισι πλειοσι των τετρακοσιων και τριακοντα. Αινειας γαρ μετα την αλωσιν της Τροιας ετων τριων παρελθοντων παρελαβε την των Λατινων βασιλειαν, και κατασχων τριετη χρονον εξ ανθρωπων ηφανισθη και τιμων ετυχεν αθανατων. Την δ' αρχην διαδεξαμενος Ασκανιος υιος εκτισεν Αλβαν την νυν καλουμενην Λογγαν, ην ωνομασεν απο του ποταμου του τοτε μεν Αλβα καλουμενου, νυν δε Τιβερεως ονομαζομενου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it