Versioni di greco di Giuseppe Flavio tradotte in italiano

Tito entra a Gerusalemme

Παρελθων δε Τιτος εισω τα τε αλλα της οχυροτητος την πολιν και των πυργων απεθαυμασεν, ους οι τυραννοι κατα φρενοβλαβειαν απελιπον. Κατιδων γουν το τε ναστον αυτων υψος και το μεγεθος εκαστης πετρας την τε ακριβειαν της αρμονιας, και οσοι μεν ευρος ηλικοι δε ησαν την αναστασιν, «Συν θεω γε επολεμησαμεν», εφη, «και θεος ην ο τωνδε των ερυματων Ιουδαιους καθελων, επει χειρες ανθρωπον η μηχαναι τι προς τουτους τους πυργους δυνανται;». Τοτε μεν ουν πολλα τοιαυτα διελεχθη προς τους φιλους, τους δε των τυραννων δεσμωτας, οσοι κατεληφθησαν εν τοις φρουριοις, ανηκεν. Αυθις δε την αλλην αφανιζων πολιν...

Traduzione

La presa di Gerusalemme (II)

Ου μην οικτειροντες τους ουτως απολωλοτας ταυτο και προς τους ζωντας επασχον, αλλα τον εντυγχανοντα διελαυνοντες απεφραξαν μεν τους στενωπους νεκροις, αιματι δε ολην την πολιν κατεκλυσαν, ως πολλα και των φλεγομενων σβεσθηναι τω φονω. Και οι μεν κτεινοντες επαυσαντο προς εσπεραν, εν δε τη νυκτι το πυρ επεκρατει, φλεγομενοις δ' επανετειλεν Ιεροσολυμοις ημερα Γορπιαιου μηνος ογδοη, πολει τοσαυταις χρησαμενη συμφοραις κατα την πολιορκιαν, οσοις απο κτισεως αγαθοις κεχρημενη παντως αν επιφθονος εδοξεν, ου μην αξια κατ' αλλο τι των τηλικουτων ατυχηματων η το γενεαν τοιαυτην ενεγκειν, υφ' ης ανετ...

Traduzione

La presa di Gerusalemme (I)

Ρωμαιοι δε των τειχων κρατησαντες τας τε σημαιας εστησαν επι των πυργων και μετα κροτου και χαρας επαιανιζον επι τη νικη, πολυ της αρχης κουφοτερον του πολεμου το τελος ευρηκοτες· αναιμωτι γουν του τελευταιου τειχους επιβαντες ηπιστουν, και μηδενα βλεποντες αντι­παλον αληθως ηπορηντο. Εισχυθεντες δε τοις στενωποις ξιφηρεις τους τε καταλαμβανομενους εφονευον ανεδην και των συμφευγοντων τας οικιας αυτανδρους υπεπιμπρασαν. Πολλας δε κεραιζοντες οποτ' ενδον παρελθοιεν εφ' αρπαγην, γενεας ολας νεκρων κατελαμβανον και τα δωματια πληρη των του λιμου πτωματων, επειτα προς την οψιν πεφρικοτες κεναις...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it