Versioni di greco di Longo Sofista tradotte in italiano

Dafni viene salvato da Cloe

Λυκαινα πεινωσα τους σκυμνους εν τοις πλησιον ορεσιν ανατρεφει, και πολλακις αιγας και οιας εκ των ποιμνιων αρπαζει· δειται γαρ πολλου σιτου εις την των σκυμνων ανατροφην. Οι ποιμενες ουν κατα την λυκαιναν επιβουλας παρασκευαζουσιν ευρειας και βαθειας ταφρους ορυσσουσιν, υπερ των ταφρων ξυλα και κλαδους ανατεινουσιν, ειτα το παν τη γη καλυπτουσιν. Η λυκαινα μεν του κινδυνου αισθανεται και τας επιβουλας εκφευγει, πολλαι δε αιγες και οιες εις τας ταφρους εισπιπτουσι και αποθνησκουσιν. Δαφνις, τραγον διωκων κατα την υλην πλανωμενον, λανθανει εις ταφρον εμπιπτων. Αρχεται ουν κλαιειν και εις βοηθειαν ισχυρα φωνη βοων ανακαλειν. Τοτε η Χλοη, αγελην ουκ εκας νομευουσα, τον νεανιαν βοωντα ακουει· ευθυς βουκολον εκ των πλησιων αγρων εις βοηθειαν ανακαλει και προς την ταφρον αφικνειται. Ο βουκολος προθυμως επιτρεχει, μακραν σειραν εις την ταφρον ενριπτει και τον Δαφνιν ανελκει και σωζει.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it