Versioni di greco di Luciano tradotte in italiano

Principi di poetica

Καιτοι, φαιη τις αν παραμυθουμενος, ου ταυτα εικασε σε τω Προμηθει, αλλα το καινουργον τουτο επαινων και μη προς τι αλλο αρχετυπον μεμιμημενον, ωσπερ εκεινος ουκ οντων ανθρωπον τεως εννοησας αυτους ανεπλασεν, τοιαυτα ζωα μορφωσας και διακοσμησας ως ευκινητα τε ειη και οφθηναι χαριεντα. Και το μεν ολον αρχιτεκτων αυτος ην, συνειργαζετο δε τι και η Αθηνα εμπνεουσα τον πηλον και εμψυχα ποιουσα ειναι τα πλασματα. Ο μεν ταυτα αν ειποι, προς γε το ευφημοτατον εξηγουμενος το ειρημενον, και ισως ουτος ο νους ην τω λελεγμενω. Εμοι δε ου πανυ ικανον, ει καινοποιειν δοκοιην, μηδε εχοι τις λεγειν αρχαιοτερον...

Traduzione

La Cultura persuade Luciano a seguirlo (II)

Ην δ' εμοι πειθη, πρωτον μεν σοι πολλα επιδειξω παλαιων ανδρων εργα και πραξεις θαυμαστος και λογους αυτων απαγγελω, και παντων ως ειπειν εμπειρον αποφανω, και την ψυχην, οπερ σοι κυριωτατον εστι, κατακοσμησω πολλοις και αγαθοις κοσμημασι - σωφροσυνη, δικαιοσυνη, ευσεβεια, πραοτητι, επιεικεια, συνεσει, καρτερια, τω των καλων ερωτι, τη προς τα σεμνοτατα ορμη· ταυτα γαρ εστιν ο της ψυχης ακηρατος ως αληθως κοσμος. Λησει δε σε ουτε παλαιον ουδεν ουτε νυν γενεσθαι δεον, αλλα και τα μελλοντα προοψει μετ' εμου, και ολως απαντα οποσα εστι, τα τε θεια τα τ' ανθρωπινα, ουκ εις μακραν σε διδαξομαι.

Traduzione

La Cultura persuade Luciano a seguirlo (I)

Εγω δε, ω τεκνον, Παιδεια ειμι ηδη συνηθης σοι και γνωριμη, ει και μηδεπω εις τελος μου πεπειρασαι. Ηλικα μεν ουν τα αγαθα ποριη λιθοξοος γενομενος, αυτη προειρηκεν ουδεν γαρ οτι μη εργατης εση τω σωματι πονων καν τουτω την απασαν ελπιδα του βιου τεθειμενος, αφανης μεν αυτος ων, ολιγα και αγεννη λαμβανων, ταπεινος την γνωμην, ευτελης δε την προοδον, ουτε φιλοις επιδικασιμος ουτε εχθροις φοβερος ουτε τοις πολιταις ζηλωτος, αλλ' αυτο μονον εργατης και των εκ του πολλου δημου εις, αει τον προυχοντα υποπτησσων και τον λεγειν δυναμενον θεραπευων, λαγω βιον ζων και του κρειττονος ερμαιον ων ει δε...

Traduzione

Discorso dell'Arte Statuaria a Luciano

«Μη μυσαχθης δε του σχηματος το ευτελες μηδε της εσθητος το πιναρον απο γαρ τοιουτων ορμωμενος και Φειδιας εκεινος εδειξε τον Δια και Πολυκλειτος την Ηραν ειργασατο και Μυρων επηνεθη και Πραξιτελης εθαυμασθη. Προσκυνουνται γουν ουτοι μετα των θεων. Ει δη τουτων εις γενοιο, πως μεν ου κλεινος αυτος παρα πασιν ανθρωποις εση, ζηλωτον δε και τον πατερα αποδειξεις, περιβλεπτον δε αποφανεις και την πατριδα;». Ταυτα και ετι τουτων πλειονα διαπταιουσα και βαρβαριζουσα παμπολλα ειπεν η Τεχνη, μαλα δη σπουδη συνειρουσα και πειθειν με πειρωμενη· αλλ' ουκετι μεμνημαι· τα πλειστα γαρ ηδη μου την μνημην ...

Traduzione

Il sogno di Luciano

Δυο γυναικες λαβομεναι ταιν χεροιν ειλκον με προς εαυτην εκατερα μαλα βιαιως και καρτερως· μικρου γουν με διεσπασαντο προς αλληλας φιλοτιμουμεναι· και γαρ και αρτι μεν αν η ετερα επεκρατει και παρα μικρον ολον ειχε με, αρτι δ' αν αυθις υπο της ετερας ειχομην. Εβοων δε προς αλληλας εκατερα, η μεν ως αυτης οντα με κεκτησθαι βουλοιτο, η δε ως ματην των αλλοτριων αντιποιοιτο. Ην δε η μεν εργατικη και ανδρικη και αυχμηρα την κομην, τω χειρε τυλων αναπλεως, διεζωσμενη την εσθητα, τιτανου καταγεμουσα, οιος ην ο θειος οποτε ξεοι τους λιθους· η ετερα δε μαλα ευπροσωπος και το σχημα ευπρεπης και κοσμιος...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it