Le versioni di greco di Luciano e le traduzioni in italiano

Qualità di Tucidide

Ο δ' ουν Θουκυδιδης ευ μαλα τουτ' ενομοθετησεν και διεκρινεν αρετην και κακιαν συγγραφικην, ορων μαλιστα θαυμαζομενον τον Ηροδοτον αχρι του και Μουσας κληθηναι αυτου τα βιβλια. Κτημα τε γαρ φησι μαλλον ες αει συγγραφειν ηπερ ες το παρον αγωνισμα, και μη το μυθωδες ασπαζεσθαι αλλα την αληθειαν των γεγενημενων απολειπειν τοις υστερον. Και επαγει το χρησιμον και ο τελος αν τις ευ φρονων υποθοιτο ιστοριας, ως ει ποτε και αυθις τα ομοια καταλαβοι, εχοιεν, φησι, προς τα προγεγραμμενα αποβλεποντες ευ χρησθαι τοις εν ποσι.

Traduzione

Caratteristiche dello storiografo

Τοιουτος ουν μοι ο συγγραφευς εστω - αφοβος, αδεκαστος, ελευθερος, παρρησιας και αληθειας φιλος, ως κωμικος φησι, τα συκα συκα, την σκαφην δε σκαφην ονομασων, ου μισει ουδε φιλια τι νεμων ουδε φειδομενος η ελεων η αισχυνομενος η δυσωπουμενος, ισος δικαστης, ευνους απασιν αχρι του μη θατερω τι απονειμαι πλειον του δεοντος, ξενος εν τοις βιβλιοις και απολις, αυτονομος, αβασιλευτος, ου τι τωδε η τωδε δοξει λογιζομενος, αλλα τι πεπρακται λεγων.

Traduzione

Importanza di una giusta armonia delle parti

Χρη δε οιμαι μη ουτως, αλλ' ομοια τα παντα και ομοχροα ειναι και συναδον τη κεφαλη το αλλο σωμα, ως μη χρυσουν μεν το κρανος ειη, θωραξ δε πανυ γελοιος εκ ρακων ποθεν η εκ δερματων σαπρων συγκεκαττυμενος και η ασπις οισυινη και χοιρινη περι ταις κνημαις. Ιδοις γαρ αν αφθονους τοιουτους συγγραφεας, του Ροδιων κολοσσου την κεφαλην νανωδει σωματι επιτιθεντας· αλλους αυ εμπαλιν ακεφαλα τα σωματα εισαγοντας - απροοιμιαστα και ευθυς επι των πραγματων οι και προσεταιριζονται τον Ξενοφωντα ουτως αρξαμενον «Δαρειου και Παρυσατιδος παιδες γιγνονται δυο», και αλλους των παλαιων, ουκ ειδοτες ως δυναμει...

Traduzione

Le adulazioni non sono consone alla storiografia

Η ιστορια δε ην τινα κολακειαν τοιαυτην προσλαβη, τι αλλο η πεζη τις ποιητικη γιγνεται, της μεγαλοφωνιας μεν εκεινης εστερημενη, την λοιπην δε τερατειαν γυμνην των μετρων και δι αυτο επισημοτεραν εκφαινουσα; Μεγα τοινυν - μαλλον δε υπερμεγα τουτο κακον - ει μη ειδειη τις χωριζειν τα ιστοριας και τα ποιητικης, αλλ' επεισαγοι τη ιστορια τα της ετερας κομμωματα - τον μυθον και το εγκωμιον και τας εν τουτοις υπερβολας - ωσπερ αν ει τις αθλητην των καρτερων τουτων και κομιδη πρινινων αλουργισι περιβαλοι και τω αλλω κοσμω τω εταιρικω και φυκιον εντριβοι και ψιμυθιον τω προσωπω. Ηρακλεις ως καταγελαστον...

Traduzione

Il sigma presenta un'accusa contro il tau

Αλλ' ουτε υμας οιμαι ποτε ες τοσουτον αμελειας τε και παρορασεως ηξειν, ωστε επιτρεψαι τινα μη δικαια, ουτε, ει καθυφησετε τον αγωνα υμεις, εμοι παραλειπτεον εστιν αδικουμενω. Ως ειθε και των αλλων ανεκοπησαν τοτε αι τολμαι ευθυς αρξαμενων παρανομειν, και ουκ αν επολεμει μεχρι νυν το Λαμβδα τω Ρω διαμφισβητουν περι της κισηρεως και κεφαλαργιας, ουτε το Γαμμα τω Καππα διηγωνιζετο και ες χειρας μικρου δειν ηρχετο πολλακις εν τω γναφειω υπερ γναφαλλων, επεπαυτο δ' αν και προς το Λαμβδα μαχομενον, το μογις αφαιρουμενον αυτου και μαλιστα παρακλεπτον, και τα λοιπα δ' αν ηρεμει συγχυσεως αρχεσθαι παρανομου·...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it