Versioni di greco di Luciano tradotte in italiano

Menzogne inaccettabili

Εκεινους μεν γαρ τους παλαιους προ εμου σε χρη ειδεναι, τον Ηροδοτον και Κτησιαν τον Κνιδιον και προ τουτων τους ποιητας και τον Ομηρον αυτον, αοιδιμους ανδρας, εγγραφω τω ψευσματι κεχρημενους, ως μη μονους εξαπαταν τους τοτε ακουοντας σφων, αλλα και μεχρις ημων διικνεισθαι το ψευδος εκ διαδοχης εν καλλιστοις επεσι και μετροις φυλαττομενον. Εμοι γουν πολλακις υπερ αυτων επεισιν, οποταν Ουρανου τομην και Προμηθεως δεσμα διηγωνται και Γιγαντων επαναστασιν και την εν Αιδου πασαν τραγωδιαν, και ως δι ερωτα ο Ζευς ταυρος η κυκνος εγενετο και ως εκ γυναικος τις εις ορνεον η εις αρκτον μετεπεσεν, ετι δε Πηγασους και Χιμαιρας και Γοργονας και Κυκλωπας και οσα τοιαυτα, πανυ αλλοκοτα και τεραστια μυθιδια παιδων ψυχας κηλειν δυναμενα ετι την Μορμω και την Λαμιαν δεδιοτων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it