Le versioni di greco di Pausania e le traduzioni in italiano

L'Elicona

Ο δε Ελικων ορων των εν τη Ελλαδι εν τοις μαλιστα εστιν ευγεως και δενδρων ημερων αναπλεως· και οι της ανδραχνου θαμνοι παρεχονται των πανταχου καρπον αιξιν ηδιστον. Αεγουσι δε οι περι τον Ελικωνα οικουντες και απασας εν τω δρει τας ποας και τας ριζας ηκιστα επι ανθρωπου θανατω φυεσθαι. Και δη και τοις οφεσι τον ιον ποιουσιν ενταυθα ασθενεστερον αι νομαι, ωστε και διαφευγουσι τα πολλα οι δηχθεντες, ην ανδρι Λιβυι γενους του Ψυλλων η και αλλως προσφοροις επιτυχωσι τοις φαρμακοις. Εστι μεν δη ο ιος τοις αγριωτατοις των οφεων και αλλως ολεθριος ες τε ανθρωπους και ζωα ομοιως τα παντα, συντελουσι δε ουχ ηκιστα ες ισχυν σφισι του ιου και αι νομαι, επει τοι και ανδρος ακουσας οιδα Φοινικος ως εν τη ορεινη τη Φοινικης αγριωτερους τους εχεις ποιουσιν αι ριζαι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it