Le versioni di greco di Pausania e le traduzioni in italiano

Furti d'arte

Εν τω πολεμω του Αντωνιου και του Αυγουστου οι Αρκαδες συν τω Αντωνιω επι τον Αυγουστον μαχονται. Μετα την νικην ο Αυγουστος εις την Αρκαδιαν εισβαλλει και την χωραν αγει και καιει· ο δε τα δ' αλλα και της Αθηνας της Αλεας το αρχαιον ξοανον εαυτω κλεπτει, εις Ρωμην πεμπει και εν τη αγορα τιθησι. Ο δ' Αυγουστος ου πρωτος τα ξοανα των θεων εκ των ιερων αρπαζει· μετα τον πολεμον επι την Τροιαν οι Ελληνικοι στρατηγοι εαυτοις τα λαφυρα νεμονται και τω Σθενελω το ξοανον του Κρονιδου του Ερκειου διδοται υπο των αλλων· μετα ολιγον χρονον οι Δωρικοι εις Σικελιαν εισοικιζονται και Αντιφημος ο Γελας οικιστης την Ομφακην την Σικανων πολιν διαφθειρει και μετακομιζει εις Γελαν ξοανον υπο Δαιδαλου πεποιημενον. Μετα τουτον ο μεν Ξερξης ο των Περσων τυραννος εκ Βραυρωνιου ιερου το ξοανον Αρτεμιδος της θεας λαμβανει, οι Κυζικηνοι το της Δινδυμης ξοανον εκ Προκοννησου αρπαζουσιν. Ο Αυγουστος δη περι του των νικητων τροπου ου νεωτεριζει, αλλα κατα τους των Ελληνικων και των βαρβαρων νομους πρασσει.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it