Versioni di greco di Plutarco tradotte in italiano

La morte di Cicerone

Ο Κικερων τους οικετας εκελευσεν ενταυθα καταθεσθαι το φορειον. Αυτος ατενες εωρα τοις σφαγευσιν, ωστε τους πλειστους εγκαλυψασθαι του Ερεννιου σφαζοντος αυτον. Εσφαγη δε τον τραχηλον εκ του φορειου προτεινας. Την δε κεφαλην απεκοψαν αυτου και τας χειρας, Αντωνιου κελευσαντος, αις τους Φιλιππικους εγραψεν. Της δε κεφαλης και των χειρων εις Ρωμην κομισθεντων, εθεατο, ανακαγχαζων υπο χαρας πολλακις· ειτ' εμπλησθεις εκελευσεν επι του βηματος θειναι. Χρονοις πολλοις υστερον ο Καισαρ εισελθεν προς ενα των θυγατριδων, τον δε βιβλιον εχοντα Κικερωνος εν ταις χερσιν· ο μεν εκπλαγεις τω ιματιω περιεκαλυψεν,...

Traduzione

Il giovane Alcibiade

Περικλει δε βουλομενος εντυχειν επι τυρας ηλθεν αυτου. Πυθομενος δε μη σχολαζειν, αλλα σκοπειν καθ' εαυτον οπως αποδωσει λογον Αθηναιοις, απιων ο Αλκιβιαδης, «Ειτα,» εφη, «βελτιον ουκ ην σκοπειν αυτον οπως ουκ αποδωσει λογον Αθηναιοις;». Ετι δε μειρακιον ων εστρατευσατο την εις Ποτειδαιαν στρατειαν, και Σωκρατη συσκηνον ειχε και παραστατην εν τοις αγωσιν. Ισχυρας δε γενομενης μαχης ηριστευσαν μεν αμφοτεροι, του δ' Αλκιβιαδου τραυματι περιπεσοντος ο Σωκρατης προεστη και ημυνε και μαλιστα δη προδηλως εσωσεν αυτον μετα των οπλων. Ετι δε της επι Δηλιω μαχης γενομενης και φευγοντων Αθηναιων, εχων...

Traduzione

Cicerone assume la difesa di Roscio Amerino

Χρυσογονος απελευθερος Συλλα προσαγγειλας τινος ουσιαν ως εκ προγραφης αναιρεθεντος αυτος εωνησατο δισχιλιων δραχμων. Επει δε Ρωσκιος ο υιος και κληρονομος του τεθνηκοτος ηγανακτει και την ουσιαν απεδεικνυε πεντηκοντα και διακοσιων ταλαντων ουσαν αξιαν, ο τε Συλλας ελεγχομενος εχαλεπαινε και δικην πατροκτονιας επηγε τω Ρωσκιω, του Χρυσογονου κατασκευασαντος, εβοηθει δ'ουδεις αλλ' απετρεποντο του Συλλα την χαλεποτητα δεδοικοτες, ουτω δη δι ερημιαν του μειρακιου τω Κικερωνι προσφυγοντος οι φιλοι συμπαρωρμων, ως ουκ αν αυτω λαμπροτεραν αυθις αρχην προς δοξαν ετεραν ουδε καλλιω γενησομενην. Αναδεξαμενος...

Traduzione

Onestà di Fabrizio

Του Φαβρικιου την αρχην παραλαβοντος, ηκεν ανηρ εις το στρατοπεδον προς αυτον, επιστολην κομιζων ην εγραψεν ο του βασιλεως ιατρος, επαγγελλομενος φαρμακοις αναιρησειν τον Πυρρον, ει χαρις αυτω παρ' εκεινων ομολογηθειη λυσαντι τον πολεμον ακινδυνως. Ο δε Φαβρικιος δυσχερανας προς την αδικιαν του ανθρωπου, και τον συναρχοντα διαθεις ομοιως, επεμψε γραμματα προς τον Πυρρον κατα ταχος, φυλαττεσθαι την επιβουλην κελευων. Ειχε δ' ουτως τα γεγραμμενα· «Γαιος Φαβρικιος και Κοιντος Αιμιλιος υπατοι Ρωμαιων Πυρ ρω βασιλει χαιρειν. Ουτε φιλων ευτυχης εοικας ειναι κριτης ουτε πολεμιων. Γνωση δε την πεμφθεισαν...

Traduzione

Generosità di Cimone

Λογος ην Κιμωνα τον Αθηναιον εν τοις αγροις και τοις κηποις ουκ εχειν φυλακας, οπως οι ξενοι τε και των πολιτων οι δεομενοι αδεως λαμβανοιεν τους εν τοις χωριοις καρπους. Δειπνον οικοι παρ' αυτω λιτον μεν, αρκουν δε πολλοις ανθρωποις εποιειτο καθ' ημεραν, ως των πενητων ο βουλομενος εισερχοιτο και διατροφην εχοι. Και λεγεται οτι περιηγετο μεν αει νεανισκους εχοντας κερματα ινα τοις δεομενοις διανεμοιτο. Και ο Κιμων ελεγετο, οποτε βλεποι πολιτην φθειρομενην εσθητα ενδυοντα, κελευειν τον ανθρωπον εκδυεσθαι και αντιλαμβανειν νεαν στολην παρα των νεανισκων. Διο οι Αθηναιοι μαλα τον Κιμωνα εστεργον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it