Le versioni di greco di Polibio e le traduzioni in italiano

Trattati di alleanza tra Roma e Cartagine (II)

Εισι δ' αι συνθηκαι τοιαιδε τινες· «Επι τοισδε φιλιαν ειναι Ρωμαιοις και τοις Ρωμαιων συμμαχοις και Καρχηδονιοις και τοις Καρχηδονιων συμμαχοις· μη πλειν Ρωμαιους μηδε τους Ρωμαιων συμμαχους επεκεινα του Καλου ακρωτηριου, εαν μη υπο χειμωνος η πολεμιων αναγκασθωσιν εαν δε τις βια κατενεχθη, μη εξεστω αυτω μηδεν αγοραζειν μηδε λαμβανειν πλην οσα προς πλοιου επισκευην η προς ιερα (εν πεντε δ' ημεραις αποτρεχετω). Τοις δε κατ' εμποριαν παραγινομενοις μηδεν εστω τελος πλην επι κηρυκι η γραμματει. Οσα δ' αν τουτων παροντων πραθη, δημοσια πιστει οφειλεσθω τω αποδομενω, οσα αν η εν Λιβυη η εν Σαρδονι πραθη. Εαν Ρωμαιων τις εις Σικελιαν παραγινηται, ης Καρχηδονιοι επαρχουσιν, ισα εστω τα Ρωμαιων παντα. Καρχηδονιοι δε μη αδικειτωσαν δημον Αρδεατων, Αντιατων, Λαρεντινων, Κιρκαιιτων, Ταρρακινιτων, μηδ' αλλον μηδενα Λατινων, οσοι αν υπηκοοι· εαν δε τινες μη ωσιν υπηκοοι, των πολεων απεχεσθωσαν αν δε λαβωσι, Ρωμαιοις αποδιδοτωσαν ακεραιον. Φρουριον μη ενοικοδομειτωσαν εν τη Λατινη. Εαν ως πολεμιοι εις την χωραν εισελθωσιν, εν τη χωρα μη εννυκτερευετωσαν».


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it