Versioni di greco di Apollodoro tradotte in italiano

Gli Argonauti entrano nel Ponto Eusino

Απαλλαγεις δε των Αρπυιων Φινευς μηνυει τον πλουν τοις Αργοναυταις, και περι των Συμπληγαδων υποτιθησι πετρων των κατα θαλασσαν. Ησαν δε πετραι εξαισιαι και δειναι αι Συμπληγαδες, και συνεκρουοντο μεν αλληλαις υπο της των πνευματων βιας, τον δε δια θαλασσης πορον απεκλειον. Εφερετο δε δεινη μεν αιει υπερ αυτων ομιχλη δεινος δε παταγος, ην δε αδυνατον και τοις πετεινοις δι αυτων διερχεσθαι. Λεγει δ' ουν αυτοις ο Φινευς αφειναι πελειαδα δια των πετρων· ει μεν σων ορωσιν αυτην, διαπλειν, ει δ' απολλυται, μη πλειν βιαζεσθαι. Ο μεν γερων υπετιθει, οι δ' Αργοναυται ηκουον· υστερον δε, αμα τω ηλιω,...

Traduzione

Giasone monosandalo

Αισονος δε του Κρηθεως και Πολυμηδης της Αυτολυκου Ιασων. Ουτος ωκει εν Ιωλκω, της δε Ιωλκου Πελιας εβασιλευσε μετα Κρηθεα, ω χρωμενω περι της βασιλειας εθεσπισεν ο θεος τον μονοσανδαλον φυλαξασθαι. Το μεν ουν πρωτον ηγνοει τον χρησμον, αυθις δε υστερον αυτον εγνω. Τελων γαρ επι τη θαλασση Ποσειδωνι θυσιαν αλλους τε πολλους επι ταυτη και τον Ιασονα μετεπεμψατο. Ο δε ποθω γεωργιας εν τοις χωριοις διατελων εσπευσεν επι την θυσιαν διαβαινων δε ποταμον Αναυρον εξηλθε μονοσανδαλος, το ετερον απολεσας εν τω ρειθρω πεδιλον. Θεασαμενος δε Πελιας αυτον και τον χρησμον συμβαλων ηρωτα προσελθων, τι αν...

Traduzione

Un padre crudele

Ο δε Κρονος τους μεν εκατογχειρας και Κυκλωπας εν τω Ταρταρω παλιν δησας καθειρξε, την δε αδελφην Ρεαν γημας, επειδη Γη τε και Ουρανος εθεσπιωδουν αυτω λεγοντες υπο παιδος ιδιου την αρχην αφαιρεθησεσθαι, κατεπινε τα γεννωμενα. Και πρωτην μεν γεννηθεισαν Εστιαν κατεπιεν, ειτα Δημητραν και Ηραν, μεθ' ας Πλουτωνα και Ποσειδωνα. Οργισθεισα δε επι τουτοις Ρεα παραγινεται μεν εις Κρητην, οπηνικα τον Δια εγκυμονουσα ετυγχανε, γεννα δε εν αντρω της Δικτης Δια. Και τουτον μεν διδωσι τρεφεσθαι Κουρησι τε και ταις Μελισσεως παισι νυμφαις, Αδραστεια τε και Ιδη. Αυται μεν ουν τον παιδα ετρεφον τω της Αμαλθειας...

Traduzione

Prometeo legato alla rupe

Προμηθευς δε εξ υδατος και γης ανθρωπους πλασας εδωκεν αυτοις και πυρ, λαθρα Διος εν ναρθηκι κρυψας. Ως δε ησθετο Ζευς, επεταξεν Ηφαιστω τω Καυκασω ορει το σωμα αυτου προσηλωσαν τουτο δε Σκυθικον ορος εστιν. Εν δη τουτω προσηλωθεις Προμηθευς πολλων ετων αριθμον εδεδετο καθ' εκαστην δε ημεραν αετος εφιπταμενος αυτω τους λοβους ενεμετο του ηπατος αυξανομενου δια νυκτος. Και Προμηθευς μεν πυρος κλαπεντος δικην ετινε ταυτην, μεχρις Ηρακλης αυτον υστερον ελυσεν.

Traduzione

Laomedonte

Συνεβεβηκει δε τοτε κατα μηνιν Απολλωνος και Ποσειδωνος ατυχειν την πολιν. Απολλων γαρ και Ποσειδων την Λαομεδοντος υβριν πειρασαι θελοντες, εικασθεντες ανθρωποις υπεσχοντο επι μισθω τειχιειν το Περγαμον. Τοις δε τειχισασι τον μισθον ουκ απεδιδου. Δια τουτο Απολλων μεν λοιμον επεμψε, Ποσειδων δε κητος αναφερομενον υπο πλημμυριδος, ο τους εν τω πεδιω συνηρπαζεν ανθρωπους. Χρησμων δε λεγοντων απαλλαγην εσεσθαι των συμφορων, εαν προθη Λαομεδων Ησιονην την θυγατερα αυτου τω κητει βοραν, ουτος προυθηκε ταις πλησιον της θαλασσης πετραις προσαρτησας. Ταυτην ιδων εκκειμενην Ηρακλης υπεσχετο σωσειν,...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it