Versioni di greco di Demetrio tradotte in italiano

Lo stile di Demade

Δεινα δε και τα Δημαδεια, καιτοι ιδιον και ατοπον τροπον εχειν δοκουντα, εστι δε αυτων η δεινοτης εκ τε των εμφασεων γινομενη, και εξ αλληγορικου τινος παραλαμβανομενου, και τριτον εξ υπερβολης. Οιον εστι το «ου τεθνηκεν Αλεξανδρος, ω ανδρες Αθηναιοι· ωζεν γαρ αν η οικουμενη του νεκρου». Το μεν γαρ «ωζεν» αντι του «ησθανετο» αλληγορικον και υπερβολικον αμα, το δε την οικουμενην αισθανεσθαι εμφαντικον της δυναμεως της Αλεξανδρου, και αμα δε τι εκπληκτικον εχει ο λογος ηθροισμενον εκ των τριων πασα δε εκπληξις δεινον, επειδη φοβερον.

Traduzione

Lo stile epistolare

Επει δε και ο επιστολικος χαρακτηρ δειται ισχνοτητος, και περι αυτου λεξομεν. Αρτεμων μεν ουν ο τας Αριστοτελους αναγραψας επιστολας ψησιν, οτι δει εν τω αυτω τροπω διαλογον τε γραφειν και επιστολας· ειναι γαρ την επιστολην οιον το ετερον μερος του διαλογου. Και λεγει μεν τι ισως, ου μην απαν δει γαρ υποκατεσκευασθαι πως μαλλον του διαλογου την επιστολην ο μεν γαρ μιμειται αυτοσχεδιαζοντα, η δε γραφεται και δωρον πεμπεται τροπον τινα.

Traduzione

Lisia, esempio di stile semplice

Επι θε του ισχνου χαρακτηρος εχοιμεν αν και πραγματα ισως τι να μικρα και τω χαρακτηρι προσφορα, οιον το παρα Λυσια· «Οικιδιον εστι μοι διπλουν, ισα εχον τα ανω τοις κατω». Την δε λεξιν ειναι πασαν χρη κυριαν και συνηθη· μικροτερον γαρ το συνηθεστερον παντων, το δε ασυνηθες και μετενηνεγμενον μεγαλοπρεπες. Και μηδε διπλα ονοματα τιθεναν του γαρ εναντιου χαρακτηρος και ταυτα, μηδε μην πεποιημενα, μηδ' οσα αλλα μεγαλοπρεπειαν ποιει, μαλιστα δε σαφη χρη την λεξιν ειναι. Το δε σαφες εν πλειοσιν.

Traduzione

Elementi dello stile elegante

Εισιν δε αι μεν εν τοις πραγμασι χαριτες, οιον νυμφαιοι κηποι, υμεναιοι, ερωτες, ολη η Σαπφους ποιησις. Τα γαρ τοιαυτα, καν υπο Ιππωνακτος λεγηται, χαριεντα εστι, και αυτο ιλαρον το πραγμα εξ εαυτου· ουδεις γαρ αν υμεναιον αδοι οργιζομενος ουδε τον Ερωτα Εριννυν ποιησειεν τη ερμηνεια η γιγαντα, ουδε το γελαν κλαιειν. Ωστε η μεν τις εν πραγματι χαρις εστι, τα δε και η λεξις ποιει επιχαριτωτερα, οιον «ως δ' οτε Πανδαρεη κουρη, χλωρηις αηδων, καλον αειδησιν, εαρος νεον ισταμενοιο», ενταυθα γαρ και η αηδων χαριεν ορνιθιον, και το εαρ φυσει χαριεν, πολυ δε επικεκοσμηται τη ερμηνεια, και εστι χαριεστερα...

Traduzione

Contenuti e stile

Νικιας δ' ο ζωγραφος και τουτο ευθυς ελεγεν ειναι της γραφικης τεχνης ου μικρον μερος το λαβοντα υλην ευμεγεθη γραφειν, και μη κατακερμα· τιζειν την τεχνην εις μικρα, οιον ορνιθια η ανθη, αλλ' ιππομαχιας και ναυμαχιας, ενθα πολλα μεν σχηματα δειξειεν αν τις ιππων των μεν θεοντων, των δε ανθισταμενων ορθων, αλλων δε οκλαζοντων, πολλους δ' ακοντιζοντας, πολλους δε καταπιπτοντας των ιππεων ωετο γαρ και την υποθεσιν αυτην μερος ειναι της ζωγραφικης τεχνης, ωσπερ τους μυθους των ποιητων. Ουδεν ουν θαυμαστον, ει και εν τοις λογοις και εκ πραγματων μεγαλων μεγαλοπρεπεια γενηται.

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it