Versioni di greco di Eschine tradotte in italiano

Eschine si difende accusando

Ουδενα πωποτε των πολιτων, ω ανδρες Αθηναιοι, ουτε γραφην γραψαμενος ουτ' εν ευθυναις λυπησας, αλλ' ως εγωγε νομιζω μετριον εμαυτον προς εκαστα τουτων παρεχων, ορων δε την τε παλιν μεγαλα βλαπτομενην υπο Τιμαρχου τουτουι δημηγορουντος παρα τους νομους, και αυτος ιδια συκοψαντουμενος, εν τι των αισχιστων ηγησαμην ειναι μη βοηθησαι τη τε πολει παση και τοις νομοις και υμιν και εμαυτω: γιγνωσκων δ' αυτον ενοχον οντα οις ολιγω προτερον ηκουσατε αναγιγνωσκοντος του γραμματεως, επηγγειλα αυτω την δοκιμασιαν ταυτηνι. Και, ω ανδρες Αθηναιοι, οι λογοι κατα το εθος λεγομενοι επι τοις δημοσιοις αγωσιν...

Traduzione

Contro Timarco

αλλ' ου Λακεδαιμονιοι: καλον δ' εστι και τας ξενικας αρετας μιμεισθαι. δημηγορουντος γαρ τινος εν τη των Λακεδαιμονιων εκκλησια, ανδρος βεβιωκοτος μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων, ως φασι, κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντων, παρελθων τις των γεροντων, ους εκεινοι και αισχυνονται και δεδιασι, και την της ηλικιας αυτων επωνυμιαν αρχην μεγιστην ειναι νομιζουσι, καθιστασι δ' αυτους εκ των εκ παιδος εις γηρας σωφρονων, τουτων εις, ως λεγεται, παρελθων ισχυρως επεπληξε τοις Λακεδαιμονιοις, και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την...

Traduzione

Onore a tutti gli eroi, non solo ai capi

Ησαν τινες, ω ανδρες Αθηναιοι, κατα τους τοτε καιρους, οι πονον υπομειναντες και μεγαλους κινδυνους επι τω Στρυμονι ποταμω ενικων μαχομενοι Μηδους ουτοι δευρο αφικομενοι τον δημον ητησαν δωρεαν και εδωκεν αυτοις ο δημος τιμας μεγαλας, ως τοτ' εδοκει, τρεις λιθινους Ερμας στησαι εν τη οτοα τη των Ερμων, εφ' ω τε μη επιγραφειν το ονομα το εαυτων, ινα μη των στρατηγων, αλλα του δημου δοκη ειναι το επιγραμμα. Προελθετε δη τη διανοια και εις την στοαν την ποικιλην: απαντων γαρ υμιν των καλων εργων τα υπομνηματα εν τη αγορα ανακειται. Τι ουν εστιν, ω ανδρες Αθηναιοι, ο εγω λεγω; Ενταυθα η εν Μαραθωνι...

Traduzione

Le labbra disoneste non sono adatte al vero

Δημηγορουντος τινος εν τη των Λακεδαιμονιων εκκλησια ανδρος βεβιωκοτος μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων, ως φασι, κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντωυ, παρελθων τις των γεροντων, ους εκεινοι και αισχυνονται, και δεδιασι, ισχυρως επεπληξε τοις Λακεδαιμονιοις και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την Σπαρτην απορθητον οικησουσι, τοιουτοις εν ταις εκκλησιαις συμβουλοις χρωμενοι. Αμα δε παρακαλεσας αλλον τινα των Λακεδαιμονιων, ανδρα λεγειν μεν ουκ ευφυη, τα δε κατα πολεμον λαμπρον και προς δικαιοσυνην και εγκρατειαν διαφεροντα, επεταξευ...

Traduzione

Demostene non ama la verità

Αλλ' οιμαι Δημοσθενης ου χαιρει δικαιοις λογοις, ουδ' ουτω παρεσκευασται, αλλα την υμετεραν οργην εκκαλεσασθαι βεβουληται. Και κατηγορηκε δωροδοκιας, απιθανος ων προς την υποψιαν ταυτην: τον γαρ επι ταις δοροδοκιαις προτρεπομενον τους δικαστας οργιζεσθαι, αυτον χρη πολυ των τοιουτων εφεσταναι. Εμοι δε, ω ανδρες Αθηναιοι, συμβεβηκε Δημοσθενους ακουοντι κατηγοριας μητε δεισαι πωποθ' ουτων ως εν τηδε τη ημερα, μητ' αγανακτησαι μαλλον η νυν, μητ' εις υπερβολην ομοιως ησθηναι. Εφοβηθην μεν γαρ, και ετι και νυν τεθορυβημαι μη τινες υμων αγνοησωσι με ψυχαγωγηθεντες τοις επιβεβουλευμενοις και κακοηθεσι...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it