Versioni di greco di Pausania tradotte in italiano

Il Partenone

Ες δε τον ναον ον Παρθενωνα ονομαζουσιν, ες τουτον εσιουσιν οποσα εν τοις καλουμενοις αετοις κειται, παντα ες την Αθηνας εχει γενεσιν, τα δε οπισθεν η Ποσειδωνος προς Αθηναν εστιν ερις υπερ της γης· αυτο δε εκ ελεφαντος το αγαλμα και χρυσου πεποιηται. Μεσω μεν ουν επικειται οι τω κρανει Σφιγγος εικων - α δε ες την Σφιγγα λεγεται, γραψω προελθοντος ες τα Βοιωτια μοι του λογου -, καθ' εκατερον δε του κρανους γρυπες εισιν επειργασμενοι. Τουτους τους γρυπας εν τοις επεσιν Αριστεας ο Προκοννησιος μαχεσθαι περι του χρυσου φησιν Αριμασποις τοις υπερ Ισσηδονων· τον δε χρυσον, ον φυλασσουσιν οι γρυπες,...

Traduzione

L'acropoli di Sparta

Τοις Λακεδαιμονιοις ακροπολις μεν εξισχουσα εις υψος περιφανες ουκ εστι· οντων γαρ εν τη πολει αλλθ3ν λοφων, το ορος το μαλιστα εις μετεωρον ανηκον ονομαζουσιν ακροπολιν. Ενταυθα Αθηνας ιερον εστι της Πολιουχου καλουμενης και Χαλκιοικου. Εν αριστερα δε της Χαλκιοικου ιερον Μουσων ιδρυεται, επει οι Λακεδαιμονιοι τας εξοδους επι τας μαχας ου μετα σαλπιγγων εποιουντο αλλα προς τε αυλων μελη και υπο λυρας και κιθαρας κρουμασιν. Οπισθεν δε της Χαλκιοικου ναος εστι Αφροδιτης Αρειας· τα δε ξοανα σφοδρα αρχαια εστι. Της Χαλκιοικου δε εν δεξια αγαλμα Διος Υπατου εστι, παλαιοτατον παντων των εκ χαλχου...

Traduzione

Intervento divino durante un attacco al santuario di Delfi

Ουτοι μεν δη τους Ελληνας τροπον τον ειρημενον εσωζον, οι δε Γαλαται Πυλων τε εντος ησαν και τα πολισματα ελειν εν ουδενι τα λοιπα ποιησαμενοι Δελφους και τα χρηματα. Του θεου διαρπασαι μαλιστα φιχον σπουδην. Και σφισιν αυτοι τε Δελφοι και Φωκεων αντεταχθησαν οι τας πολεις περι τον Παρνασσον οικουντες, αφικετο δε και δυναμις Αιτωλων· το γαρ Αιτωλικον προειχεν ακμη νεοτητος τον χρονον τουτον. Ως δε ες χειρας συνηεσαν, ενταυθα κεραυνοι τε εφεροντο ες τους Γαλατας και απορραγεισαι πετραι του Παρνασσου, δειματα τε ανδρες εφισταντο οπλιται τοις βαρβαροις· τουτων τους μεν εξ Υπερβορεων λεγουσιν ελθειν,...

Traduzione

L'Elicona

Ο δε Ελικων ορων των εν τη Ελλαδι εν τοις μαλιστα εστιν ευγεως και δενδρων ημερων αναπλεως· και οι της ανδραχνου θαμνοι παρεχονται των πανταχου καρπον αιξιν ηδιστον. Αεγουσι δε οι περι τον Ελικωνα οικουντες και απασας εν τω δρει τας ποας και τας ριζας ηκιστα επι ανθρωπου θανατω φυεσθαι. Και δη και τοις οφεσι τον ιον ποιουσιν ενταυθα ασθενεστερον αι νομαι, ωστε και διαφευγουσι τα πολλα οι δηχθεντες, ην ανδρι Λιβυι γενους του Ψυλλων η και αλλως προσφοροις επιτυχωσι τοις φαρμακοις. Εστι μεν δη ο ιος τοις αγριωτατοις των οφεων και αλλως ολεθριος ες τε ανθρωπους και ζωα ομοιως τα παντα, συντελουσι...

Traduzione

La statua di Apollo

Του ναου δε εστι περαν Απολλων χαλκους, και το αγαλμα λεγουσι Φειδιαν ποιησαι· Παρνοπιον δε καλουσιν, οτι σφισι παρνοπων βλαπτοντων την γην αποτρεψειν ο θεος ειπεν εκ της χωρας. Και οτι μεν απετρεψεν ισασι, τροπω δε ου λεγουσι ποιω. Τρις δε αυτος ηδη παρνοπας εκ Σιπυλου του ορους ου κατα ταυτα οιδα φθαρεντας, αλλα τους μεν εξεωσε βιαιος εμπεσων ανεμος, τους δε υσαντος του θεου καυμα ισχυρον καθειλεν επιλαβον, οι δε αιφνιδιω ριγει καταληφθεντες απωλοντο.

Traduzione

  • 1
  • 2

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it