Versioni di greco di Plotino tradotte in italiano

La sensazione

Παντες ανθρωποι εξ αρχης γενομενοι αισθησει προ νου χρησαμενοι και τοις αισθητοις προσβαλοντες πρωτοις εξ αναγκης οι μεν ενταυθοι καταμειναντες διεζησαν ταυτα πρωτα και εσχατα νομισαντες, και το εν αυτοις λυπηρον τε και ηδυ το μεν κακον, το δε αγαθον υπολαβοντες αρκειν ενομισαν, και το μεν διωκοντες, το δ' αποικονομουμενοι διεγενοντο. Και σοφιαν ταυτην οι γε λογου μεταποιουμενοι αυτων εθεντο, οια οι βαρεις των ορνιθων, οι πολλα εκ γης λαβοντες και βαρυνθεντες υψου πτηναι αδυνατουσι καιπερ πτερα παρα της φυσεως λαβοντες.

Traduzione

Definizione di Bene

Νυν δε λεγεσθω, τις η του αγαθου φυσις, καθ' οσον τοις παρουσι λογοις προσηκει. Εστι δε τουτο, εις ο παντα ανηρτηται και ου παντα τα οντα εφιεται αρχην εχοντα αυτο κακεινου δεομενα· το δ' εστιν ανενδεες, ικανον εαυτω, μηδενος δεομενον, μετρον παντων και περας, δους εξ αυτου νουν και ουσιαν και ψυχην και ζωην και περι νουν ενεργειαν. Και μεχρι μεν τουτου καλα παντα· αυτος τε γαρ υπερκαλος και επεκεινα των αριστων βασιλευων εν τω νοητω, νου εκεινου οντος ου κατα νουν, ον οιηθειη αν τις κατα τους παρ' ημιν λεγομενους νους ειναι τους εκ προτασεων συμπληρουμενους και των λεγομενων συνιεναι δυναμενους...

Traduzione

L'anima e la bellezza fisica

Παλιν ουν αναλαβοντες λεγωμεν τι δητα εστι το εν τοις σωμασι καλον πρωτον. Εστι μεν γαρ τι και βολη τη πρωτη αισθητον γινομενον και η ψυχη ωσπερ συνεισα λεγει και επιγνουσα αποδεχεται και οιον συναρμοττεται. Προς δε το αισχρον προσβαλουσα ανιλλεται και αρνειται και ανανευει απ' αυτου ου συμφωνουσα και αλλοτριουμενη. Φαμεν δη, ως την φυσιν ουσα οπερ εστι και προς της κρειττονος εν τοις ουσιν ουσιας, ο τι αν ιδη συγγενες η ιχνος του συγγενους, χαιρει τε και διεπτοηται και αναφερει προς εαυτην και αναμιμνησκεται εαυτης και των εαυτης.

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it