Le versioni di greco di Esopo e le traduzioni in italiano

Il pescatore

Dal disordine traggono vantaggio alcuni uomini politici. Αλιευς εν τινι ποταμω ηλιευε. Και δη κατατεινων τα δικτυα ως εμπεριελαμβανε εκατερωθεν το ρευμα, προσδησας καλω λιθον ετυπτε το υδωρ, οπως οι ιχθυες φευγοντες απροφυλακτως τοις βροχοις εμπιπτωσιν. Των δε περι τον τοπον οικουντων τις θεωμενος αυτον τουτο ποιουντα εμεμφετο αυτον ως τον ποταμον θολουντα και μη εωντα αυτους διαυγες υδωρ πινειν. Ο δε απεκρινετο· «Αλλ' εαν μη ουτως ο ποταμος ταρασσηται, εμε δεησει λιμωττοντα αποθανειν». Ουτω και των πολεων οι δημαγωγοι τοτε μαλιστα ενεργαζονται, οτε τας πατριδας εις στασεις περιαγουσιν.

Traduzione

La volpe e la pantera

Conta di più la bellezza fìsica o l’intelligenza? Con questa favola lo scrittore greco Esopo fornisce una risposta. Αλωπηξ και παρδαλις περι καλλους ηριζον. Της δε παρδαλεως την του σωματος ποικιλιαν προβαλλομενης η αλωπηξ υποτυγχανουσα εφη· «Και ποσον εγω σου καλλιων υπαρχω, ητις ου το σωμα, την δε ψυχην πεποικιλμαι;». Ο λογος δηλοι οτι του σωματικου καλλους αμεινων εστιν ο της διανοιας κοσμος.

Traduzione

Il lupo e l'aratro

Bisogna sempre essere scettici nei confronti di chi è malvagio. Αροτης λυσας το ζευγος επι ποτον απηγαγε· λυκος δε λιμωττων και τροφην ζητων, ως περιετυχε τω αροτρω, το μεν πρωτον τας των ταυρων ζευγλας περιελειχε, λαθων δε κατα μικρον, επειδ' εκυψε τον αυχενα, ανασπαν μη δυναμενος, επι την αρουραν το αροτρον εσυρεν. Ο δε αροτης επανελθων και θεασαμενος αυτον ειπεν· «Ειθε γαρ, ω κακη κεφαλη, καταλιπων τας αρπαγας και το αδικειν επι το γεωπονειν τρεποιο». Ουτως οι πονηροι των ανθρωπων, καν χρηστοτητα επαγγελλονται, δια τον τροπον ου πιστευονται.

Traduzione

La volpe e il rovo

Αλωπηξ φραγμον ανεβαινε και, επειδη ωλισθανε, καταπιπτειν εμελλεν επελαμβανετο ουν βατου προς βοηθειαν. Και δη τους ποδας επι τοις εκεινης κεντροις ημασσε και τω αλγηματι ελεγε· «Οιμοι· κατεφευγον γαρ επι την βατον ως επι βοηθον, η δε χειρον διετιθη». «Αλλ' ημαρτανες συ, ω αυτη», ελεγε η βατος, «οτε εβουλοιο της βατου επιλαμβανεσθαι· εγω γαρ εθισμα εχω των ολων επιλαμβανεσθαι».

Traduzione

Il vecchio leone

Λεων, επει γηραιος εγιγνετο και ουκετι εδυνατο δι αλκης την τροφην ποριζεσθαι, εγιγνωσκε δειν δι επινοιας τουτο πρασσειν. Και δη εις γλαφυρον σπηλαιον εισηρχετο και ενταυθα κατεκλινετο τε και προσεποιειτο νοσειν· και ουτω ο λεων, ως τα ζωα παρεγιγνετο ινα αυτον επισκεπτοιτο, αυτα συνελαμβανε και κατησθιε. Επειδη ο λεων αφθονα θηρια εκτεινε, αλωπηξ το τεχνασμα αυτου συνιει και ου παρεγιγνετο, αλλ' απωθεν του σπηλαιου ιστατο και τω λεοντι ελεγε· «Πως εχεις, ω γερον;». Ο δε λεων «Κακως» απεκρινετο και ηρωτα· «Δια τι ουκ εισερχη;». Η δε αλωπηξ· «Ουκ εισερχομαι εγωγε· μανθανω γαρ απο των ιχνιων οτι...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it