Versioni di greco di Dionigi di Alicarnasso tradotte in italiano

Il pater familias

Ο δε των Ρωμαιων νομοθετης απασαν ως ειπειν εδωκεν εξουσιαν πατρι καθ' υιου και παρα παντα τον του βιου χρονον, εαν τε ειργειν, εαν τε μαστιγουν, εαν τε δεσμιον επι των κατ' αγρον εργων κατεχειν, εαν τε αποκτιννυναι προαιρηται, καν τα πολιτικα πραττων ο παις ηδη τυγχανη καν εν αρχαις ταις μεγισταις εξεταζομενος καν δια την εις τα κοινα φιλοτιμιαν επαινουμενος. Κατα τουτον γε τοι τον νομον ανδρες επιφανεις δημηγοριας διεξιοντες επι των εμβολων εναντιας μεν τη βουλη, κεχαρισμενας δε τοις δημοτικοις, και σφοδρα ευδοκιμουντες επι ταυταις κατασπασθεντες απο του βηματος απηχθησαν υπο των πατερων,...

Traduzione

La donna romana

Ουτος ο νομος τας τε γυναικας ηναγκασε τας γαμετας, οια δη μηδεμιαν εχουσας ετεραν αποστροφην, προς ενα τον του γεγαμηκοτος ζην τροπον, και τους ανδρας ως αναγκαιου τε και αναφαιρετου κτηματος της γυναικος κρατειν. Σωφρονουσα μεν ουν και παντα τω γεγαμηκοτι πειθομενη γυνη κυρια του οικου τον αυτον τροπον ην, ονπερ και ο ανηρ, και τελευτησαντος ανδρος κληρονομος εγινετο των χρηματων, ως θυγατηρ πατρος, ει μεν απαις τε και μηδεν διαθεμενος αποθανοι παντων ουσα κυρια των απολειφθεντων, ει δε γενεαν εχοι τοις παισιν ισομοιρος γινομενη. Αμαρτανουσα δε τι δικαστην τον αδικουμενον ελαμβανε και του...

Traduzione

Patrizi e Plebei

Ο δε Ρωμυλος επειδη διεκρινε τους κρειττους απο των ηττονων, ενομοθετει μετα τουτο και διεταττεν, α χρη πραττειν εκατερους· τους μεν ευπατριδας ιερασθαι τε και αρχειν και δικαζειν και μεθ' εαυτου τα κοινα πραττειν επι των κατα την πολιν εργων μενοντας, τους δε δημοτικους τουτων μεν απολελυσθαι των πραγματειων απειρους τε αυτων οντας και δι αποριαν χρηματων ασχολους, γεωργειν δε και κτηνοτροφειν και τας χρηματοποιους εργαζεσθαι τεχνας, ινα μη στασιαζωσιν, ωσπερ εν ταις αλλαις πολεσιν, η των εν τελει προπηλακιζοντων τους ταπεινους η των φαυλων και απορων τοις εν ταις υπεροχαις φθονουντων. Παρακαταθηκας...

Traduzione

Raffronto tra Greci e Romani

Αι μεν ουν επιφανεσταται των προσθεν ηγεμονιων, ας παρειληφαμεν εκ της ιστοριας, τοσαυτην ακμην τε και ισχυν λαβουσαι κατελυθησαν τας γαρ Ελληνικος δυναμεις ουκ αξιον αυταις αντιπαρεξεταζειν, ουτε μεγεθος αρχης ουτε χρονον επιφανειας τοσουτον οσον εκειναι λαβουσας. Αθηναιοι μεν γε αυτης μονον ηρξαν της παραλιου δυειν δεοντα εβδομηκοντα ετη και ουδε ταυτης απασης, αλλα της εντος Ευξεινου τε ποντου και του Παμφυλιου πελαγους, οτε μαλιστα εθαλασσοκρατουν. Λακεδαιμονιοι δε Πελοποννησου και της αλλης κρατουντες Ελλαδος εως Μακεδονιας την αρχην προυβιβασαν, επαυσθησαν δε υπο Θηβαιων ουδε ολα τριακοντα...

Traduzione

Vicende di Lisia

Λυσιας ο Κεφαλου Συρακουσιων μεν ην γονεων, εγεννηθη δε Αθηνησι μετοικουντι τω πατρι και συνεπαιδευθη τοις επιφανεστατοις των Αθηναιων. Νεανιας δε πεντεκαιδεκα ετων εις θουριους ωχετο πλεων συν αδελφοις δυσιν, ινα κοινωνοιη της αποικιας, ην εστελλον οι Αθηναιοι τε και η αλλη Ελλας δωδεκατω προτερον ετει του Πελοποννησιακου πολεμου, και διετελεσεν αυτοθι πολιτευομενος εν ευπορια πολλη και παιδευομενος παρα Τισια τε και Νικια μεχρι της συμφορας της κατασχουσης τους Αθηναιους εν Σικελια. Μετ' εκεινο δε το παθος στασιασαντος του δημου εκπιπτει συν αλλοις τριακοσιοις αττικισμον εγκληθεις. Και παραγενομενος...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it