Le versioni di greco di Appiano e le traduzioni in italiano

Le Forche Caudine (I)

Ο δε Ποντιος, τους πρεσβεις καλεσας, τοις υπατοις και τοις αλλοις αρχουσι της στρατιας και παντι τω πληθει λεγειν εκελευεν· «Ημεις αει Τωμαιοις εσπενδομεθα φιλιαν, ην αυτοι διελυσατε, Σιδικηνοις τοις ημετεροις εχθροις συμμαχουντες. Ειτ' αυθις αυ φιλιας ημιν γενομενης, Νεαπολιταις επολεμειτε, τοις ημετεροις γειτοσιν. Και ουκ ηγνοουμεν οτι ταυτ' ην υμιν παρασκευη πλεονεξιας επι ολην την Ιταλιαν. Εν τε ταις προτεραις μαχαις πολλα παρα την απειριαν των ημετερων στρατηγων παραλαβοντες ουδεν επεδειξασθε μετριον ες ημας, και πρεσβευσαμενων ημων δις προς υμας, και πολλα συγχωρουντων, υπερηφανα ημιν αλλα επετασσετε, την αρχην ολην αποθεσθαι και υμων υπακουειν. Ενεκα μεν ουν της υμετερας πλεονεξιας εδει και τα παρ' ημων υμιν ασπονδα ειναι. Εγω νεμεσιν τε θεων αιδουμενος, ην υμεις υπερειδεσθε, και συγγενειας και φιλιας της ποτε μνημονευων, διδωμι εκαστον υμων συν ιματιω σωον υπο ζυγον απελθειν, ην ομοσητε την τε γην και τα χωρια πανθ' ημιν αποδωσειν, και τους κληρουχους απο των πολεων απαξειν, και μηδε ποτ' επι Σαυνιτας στρατευσειν».


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it