Le versioni di greco di Appiano e le traduzioni in italiano

Le Forche Caudine (II)

Απαγγελθεντων τουτων ες το στρατοπεδον, ολοφυρμος ην και θρηνος επι πλειστον θανατου γαρ ηγουντο ειναι χειρονα την υβριν την υπο τω ζυγω. Ως δε και περι των ιππεων επυθοντο, αυθις εθρηνουν επι πλειστον. Υπο δε αποριας αυτα εδεχοντο, και τους ορκους ωμνυον ο τε Ποντιος και οι Ρωμαιων υπατοι, δυο οντες Ποστουμιος τε και Ουετουριος, και ταμιαι δυο και ταξιαρχαι τεσσαρες και χιλιαρχοι δωδεκα, συμπαντες οσοι μετα τους διεφθαρμενους ηρχον. Γενομενων δε των ορκων ο μεν Ποντιος παραλυσας τι του διατειχισματος, και δυσι δορασιν ες την γην εμπεπηγοσιν επικαρσιον αλλο επιθεις, εξεπεμψε Ρωμαιων εκαστον υπο τουτω. Και τινα υποζυγια εδωκεν αυτοις ες τους αρρωστουντας, και τροφην, αχρι της Ρωμης φερεσθαι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it