Le versioni di greco di Appiano e le traduzioni in italiano

I Cartaginesi rifiutano l'invio di rinforzi

Γιγνονται τινες εν τωδε τω χειμωνι Αννιβα και Ρωμαιοις ακροβολισμοι συνεχεις ες αλληλους· και τα Ρωμαιων επικυδεστερα και ευθαρσεστερα ην. Ο δ' Αννιβας επεστελλε μεν αει τα γιγνομενα Καρχηδονιοις υπερεπαιρων, τοτε δε απολωλοτων αυτω πολλων ηπορει, και στρατιαν ητει και χρηματα. Οι δε εχθροι παντα επισκωπτοντες τα Αννιβου, και τοτε υπεκρινοντο απορειν, οτι, των νικωντων ουκ αιτουντων χρηματα αλλα πεμποντων ες τας πατριδας, ο Αννιβας αιτοιη, λεγων νικαν. Οις οι Καρχηδονιοι πεισθεντες, ουτε στρατιαν επεμπον ουτε χρηματα. Και ο Αννιβας ταυτ' οδυρομενος εγραφεν ες Ιβηριαν Ασδρουβα τω αδελφω, παρακαλων αυτον αρχομενου θερους μεθ' οσης δυναιτο στρατιας και χρηματων εσβαλειν ες την Ιταλιαν, και πορθειν αυτης τα επεκεινα, ινα δηωτο πασα και Ρωμαιοι καμνοιεν υπ' αυτων εκατερωθεν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it