Versioni di greco di Appiano tradotte in italiano

La battaglia del Metauro

Εν τουτω δε και Ασδρουβας, ο αδελφος Αννιβου, την στρατιαν ην εξεναγησεν εν τοις Κελτιβηρσιν εχων, διεβαινεν εις την Ιταλιαν, αγων πεζους μεν τετρακισμυριους επι οκτακισχιλιοις, ιππεας δε οκτακισχιλιους, και ελεφαντας πεντεκαιδεκα. Και γραμματα προς τον αδελφον επεμπε, δηλων οτι παρειη. Τουτων των γραμματων υπο Ρωμαιων αλοντων, οι υπατοι Σαλινατωρ και Νερων, μαθοντες αυτου το πληθος της στρατιας απο των γραμματων, συνηλθαν εις το αυτο πασαις ταις δυναμεσι, και αντεστρατοπεδευσαν αυτω περι πολιν Σηνας. Ο δ' ουπω μαχεσθαι κεκρικως, αλλα τω αδελφω συνελθειν επειγομενος, υπεχωρει. Και νυκτος αναζευξας, περι ελη και τελματα και ποταμον ουκ ευπορον ηλατο, μεχρι, φανεισης ημερας, οι Τωμαιοι καταλαβοντες αυτους διερριμμενους και κεκμηκοτας υπ' αγρυπνιας και κοπου, πλειστους μεν αυτων, αμα τοις ταξιαρχοις, συντασσομενους ετι και συνιοντας διεφθειραν, και αυτον επ' εκεινοις Ασδρουβαν πλειστους δ' αιχμαλωτους ελαβον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it