Versioni di greco di Appiano tradotte in italiano

Asdrubale scende in Italia

Εν τουτω δε και Ασρουβας, ο αδελφος Αννιβου, την στρατιαν, ην εξεναγησεν εν τοις Κελτιβηρσιν, εχων, διεβαινεν ες την Ιταλιαν και Κελτων φιλιως αυτον δεχομενων τα Αλπεια ορη, ωδοποιημενα προτερον υπο Αννιβου, διωδευε δυο μησιν, οσα τεως Αννιβας εξ διηλθεν, εσεβαλλεν τε ες Τυρρηνιαν, αγων πεζους μεν τετρακισμυριους επι οκτακισχιλιοις, ιππεας δε οκτακισχιλιους και ελεφαντας πεντεκαιδεκα, και γραμματα προς τον αδελφον επεμπε, δηλων, οτι παρειη. Τουτων των γραμματων υπο Ρωμαιων αλοντων οι υπατοι Σαλινατωρ και Νερων, μαθοντες αυτου το πληθος της στρατιας απο των γραμματων, συνηλθον ες ταυτο πασαις ταις δυναμεσιν και αντεστρατοπεδευσαν αυτω περι πολιν Σηνας.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it