Versioni di greco di Appiano tradotte in italiano

Guerre di Roma contro i Galli

Προ δε του Μαριου και Φαβιος Μαξιμος ο Αιμιλιανος, ολιγην κομιδη στρατιαν εχων, επολεμησε τοις Κελτοις και δωδεκα μυριαδας αυτων εν μια μαχη κατεκανε, πεντεκαιδεκα μονους των ιδιων αποβαλων. Και ταυτα μεντοι επραξε πιεζομενος υπο τραυματος υπογυου και τα ταγματα επιων και παραθαρρυνων και διδασκων, οπως τοις βαρβαροις πολεμητεον, τα μεν επ απηνης φερομενος, τα δε και βαδην χειραγωγουμενος. Καισαρ δε πολεμησας αυτοις πρωτον μεν Ελουητιους και Τιγυριους, αμφι τας εικοσι μυριαδας οντας, ενικησεν. Οι Τιγυριοι δ' αυτων χρονω εμπροσθεν Πισωνος και Κασσιου τι να στρατον ελοντες υπο ζυγον εξεπεπομορεσαν, ως εν χρονικαις συνταξεσι δοκει Παυλω τω Κλαυδιω. Τους μεν ουν Τιγυριους υποστρατηγος αυτου Λαβιηνος ενικησε, τους δε αλλους ο Καισαρ, και Τρικουρους αμυνοντας σφισιν, επειτα τους μετ' Αριοβιστου Γερμανους, οι και τα μεγεθη μειζους των μεγιστων υπηρχον και το ηθος αγριοι και την τολμαν θρασυτατοι και θανατου καταφρονηται δί ελπιδα αναβιωσεως, και κρυος ομοιως εφερον θαλπει και ποα εχρωντο παρα τας αποριας τροφη, και ο ιππος ξυλοις.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it