Versioni di greco di Appiano tradotte in italiano

La rivolta di Spartaco (I)

Του δ' αυτου χρονου περι την Ιταλιαν μονομαχων ες θεας εν Καπυη τρεφομενων, Σπαρτακος Θραξ ανηρ, εστρατευμενος ποτε Ρωμαιοις, εκ δε αιχμαλωσιας και πρασεως εν τοις μονομαχοις ων, επεισεν αυτων ες εβδομηκοντα ανδρας μαλιστα κινδυνευσαι περι ελευθεριας μαλλον η θεας επιδειξεως και βιασαμενος συν αυτοις τους φυλασσοντας εξεδραμε· και τινων οδοιπορων ξυλοις και ξιφιδιοις οπλισαμενος ες το Βεσβιον ορος ανεφυγεν, ενθα πολλους αποδιδρασκοντας οικετας και τινας ελευθερους εκ των αγρων υποδεχομενος εληστευε τα εγγυς, υποστρατηγους εχων Οινομαον τε και Κριξον μονομαχους. Μεριζομενω δ' αυτω τα κερδη κατ' ισομοιριαν ταχυ πληθος ην ανδρων και πρωτος επ αυτον εκπεμφθεις Ουαρινιος Γλαβρος, επι δ' εκεινω Ποπλιος Ουαλεριος, ου πολιτικην στρατιαν αγοντες, αλλ' οσους εν σπουδη και παροδω συνελεξαν (ου γαρ πω Ρωμαιοι πολεμον, αλλ' επιδρομην τινα και ληστηριω το εργον ομοιον ηγουντο ειναι), συμβαλοντες ηττωντο. Ουαρινιου δε και τον ιππον αυτος Σπαρτακος περιεσπασεν παρα τοσουτον ηλθε κινδυνου Ρωμαιων ο στρατηγος αυτος αιχμαλωτος υπο μονομαχου γενεσθαι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it