Versioni di greco di Appiano tradotte in italiano

La rivolta di Spartaco (II)

Μετα δε τουτο Σπαρτακω μεν ετι μαλλον πολλοι συνεθεον, και επτα μυριαδες ησαν ηδη στρατου, και οπλα εχαλκευε και παρασκευην συνελεγεν, οι δ' εν αστει τους υπατους εξεπεμπον μετα δυο τελων. Και τουτων υπο μεν θατερου Κριξος, ηγουμενος τρισμυριων ανδρων, περι το Γαργανον ορος ηττατο, και δυο μερη του στρατου και αυτος συναπωλετο αυτοις· Σπαρτακον δε δια των Απεννινων ορων επι τα Αλπεια και ες Κελτους απο των Αλπειων επειγομενον ο ετερος υπατος προλαβων εκωλυε της φυγης, και ο ετερος εδιωκεν. Ο δ' εφ' εκατερον αυτων επιστρεφομενος παρα μερος ενικα. Και οι μεν συν θορυβω το απο τουδε υπεχωρουν, ο δε Σπαρτακος τριακοσιους Ρωμαιων αιχμαλωτους εναγισας Κριξω, δυωδεκα μυριασι πεζων ες Ρωμην ηπειγετο, τα αχρηστα των σκευων κατακαυσας και τους αιχμαλωτους παντας ανελων και επισφαξας τα υποζυγια, ινα κουφος ειη· αυτομολων τε πολλων αυτω προσιοντων ουδενα προσιετο. Και των υπατων αυτον αυθις περι την Πικηνιτιδα γην υποσταντων, μεγας αγων ετερος οδε γιγνεται και μεγαλη και τοτε ησσα Ρωμαιων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it