Le versioni di greco di Appiano e le traduzioni in italiano

Annibale giunge in Italia

Αννιβας μεν συνηθροιζε Κελτιβηρων τε και Λιβυων και αλλων εθνων πολυ στρατευμα, τα δε εν Ιβηρια πραγματα Ασδρουβα τω αδελφω επετρεπε και τα Πυρηναια ορη διεβαινεν εις την Κελτικην χωραν την νυν λεγομενην Γαλατιαν, αγων πεζους ενακισμυριους και ιππεας ες δισχιλιους επι μυριοις και ελεφαντας επτα και τριακοντα. Γαλατων δε τους μεν εαυτω επηγετο ειτε δωροις ειτε πειθοι, τους δε και εβιαζετο, και ουτω την χωραν διωδευε. Ερχομενος δε επι τα Αλπεια ορη, ουδεμιας διοδου ουσης, επεβαινε και αυτοις τολμερως· χιων τε γαρ πολλη ην και κρυος. Την μεν υλην τεμνων τε και κατακαιων οδον εποιει η και νυν εστιν επι των ορων πορευσιμος και καλειται διοδος Αννιβου. Εκτω δε μολις απο της εξ Ιβηρων αναστασεως μηνι εις το πεδιον εκ των ορων κατεβαινεν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it