Versioni di greco di Arriano tradotte in italiano

Ipotesi sulla morte di Alessandro

Πολλα δε και αλλα οιδα αναγεγραμμενα υπερ της Αλεξανδρου τελευτης, και φαρμακον οτι επεμφθη παρα Αντιπατρου Αλεξανδρω και εκ του φαρμακου οτι απεθανε· και το φαρμακον οτι Αριστοτελης μεν Αντιπατρω εξευρε δεδοικως ηδη Αλεξανδρον Καλλισθενους ενεκα, Κασανδρος δε ο Αντιπατρου εκομισεν οι δε και οτι εν ημιονου οπλη εκομισε και τουτο ανεγραψαν. Δουναι δε αυτο Ιολλαν τον αδελφον τον Κασανδρου τον νεωτερον ειναι γαρ οινοχοον βασιλικον τον Ιολλαν και τι και λελυπησθαι προς Αλεξανδρου ολιγω προσθεν της τελευτης· οι δε και Μηδιον μετασχειν του εργου, εραστην οντα του Ιολλα· και αυτον γαρ ειναι τον εισηγητην γενομενον Αλεξανδρω του κωμου· οδυνην τε αυτω επι τη κυλικι γενεσθαι οξειαν, και επι τη οδυνη απαλλαγηναι εκ του ποτου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it