Versioni di greco di Arriano tradotte in italiano

Arriano indica Eratostene come propria fonte geografica

Εμοι δε Ερατοσθενης ο Κυρηναιος πιστοτερος αλλου εστω, οτι γης περιοδου περι εμελεν Ερατοσθενει. Ουτος απο του ορεος του Ταυρου, ινα του Ινδου αι πηγαι, παρ' αυτον τον Ινδον ποταμον ιοντι εστε επι την μεγαλην θαλασσαν και του Ινδου τας εκβολας μυριους σταδιους και τρισχιλιους την πλευρην λεγει επεχειν της γης της Ινδων. Ταυτησι δε αντιπορον πλευρην ποιεει την απο του αυτου ορεος παρα την εωην θαλασσαν, ουκετι ταυτη τη πλευρη ισην, αλλα ακρην γαρ ανεχειν επι μεγα εισω εις το πελαγος, ες τρισχιλιους σταδιους μαλιστα ανατεινουσαν την ακρην ειη αν ων αυτω η πλευρη της Ινδων γης η προς εω μυριους και εξακισχιλιους σταδιους επεχουσα.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it