Versioni di greco di Arriano tradotte in italiano

Notizie sugli Indiani

Εθνεα δε Ινδικα εικοσι και εκατον τα απαντα λεγει Μεγασθενης, δυοιν δεοντα. Και πολλα μεν ειναι εθνεα Ινδικα και αυτος συμφερομαι Μεγασθενει, το δε ατρεκες ουκ εχω εικασαι οπως εκμαθων ανεγραψεν, ουδε πολλοστον μερος της Ινδων γης επελθων, ουδε επιμιξιης πασι τοις γενεσιν εουσης ες αλληλους. Παλαι μεν δη νομαδας ειναι Ινδους, καθαπερ Σκυθεων τους ουκ αροτηρας, οι επι τησιν αμαξησι πλανωμενοι αλλοτε αλλην της Σκυθιης αμειβουσιν, ουτε ποληας οικεοντες ουτε ιερα θεων σεβοντες. Ουτω μηδε Ινδοισι ποληας ειναι μηδε ιερα θεων δεδομημενα, αλλ' αμπισχεσθαι μεν δορας θηριων οσων κατακανοιεν, σιτεεσθαι δε των δενδρεων τον φλοιον. Καλεεσθαι δε τα δενδρεα ταυτα τη Ινδων φωνη ταλα, και φυεσθαι επ' αυτων, καταπερ των φοινικων επι τησι κορυφησιν, οια περ τολυπας.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it