Versioni di greco di Arriano tradotte in italiano

Le perle

Και ταδε μετεξετεροι Ινδων περι Ηρακλεους λεγουσιν, επελθοντα αυτον πασαν γην και θαλασσαν και καθηραντα ο τι περ κακον, καινον ειδος εξευρειν εν τη θαλασση κοσμου γυναικηιου, οντινα και εις τουτο ετι οι τε εξ Ινδων της χωρης τα αγωγιμα παρ' ημεας αγινεοντες σπουδη ωνεομενοι εκκομιζουσι, και Ελληνων δε παλαι και Ρωμαιων νυν οσοι πολυκτεανοι και ευδαιμονες μεζονι ετι σπουδη ωνεονται, τον μαργαριτην δη τον θαλασσιον ουτω τη Ινδων γλωσση καλεομενον. Τον γαρ Ηρακλεα, ως καλον οι εφανη το φορημα, εκ πασης της θαλασσης ες την Ινδων γην συναγινεειν τον μαργαριτην δη τουτον, τη θυγατρι τη εωυτου ειναι κοσμον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it