Le versioni di greco di Cassio Dione e le traduzioni in italiano

Seneca il filosofo

Ο Σενεκας αιτιαν εσχε, και ενεκληθη αλλα τε και οτι τη Αγριππινη συνεγιγνετο· ου γαρ απεχρησεν αυτω την Ιουλιαν μοιχευσαι, ουδε βελτιων εκ της φυγης εγενετο, αλλα και τη Αγριππινη τοιαυτη τε ουση και τοιουτον υιον εχουση επλησιαζεν. Ου μονον δε εν τουτω αλλα και εν αλλοις παντα τα εναντιωτατα οις εφιλοσοφει ποιων ηλεγχθη. Και γαρ τυραννιδος κατηγορων τυραννοδιδασκαλος εγινετο, και των συνοντων τοις δυνασταις κατατρεχων ουκ αφιστατο του παλατιου, τους τε κολακευοντας τινα διαβαλλων αυτος ουτω την Μεσσαλιναν και τους του Κλαυδιου εξελευθερους εθωπευεν ωστε και βιβλιον σφισιν εκ της νησου πεμψαι επαινους αυτων εχον, ο μετα ταυτα υπ' αισχυνης απηλειψε.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it