Le versioni di greco di Diogene Laerzio e le traduzioni in italiano

Le parti della filosofia secondo lo Stoicismo

Τριμερη φασιν ειναι τον κατα φιλοσοφιαν λογον ειναι γαρ αυτου το μεν τι φυσικον, το δε ηθικον, το δε λογικον. Ουτω δε πρωτος διειλε Ζηνων ο Κιτιευς εν τω Περι λογου και Χρυσιππος εν τω α Περι λογου και εν τω α των Φυσικων και Απολλοδωρος και Συλλος εν τω πρωτω των Εις τα δογματα εισαγωγων και Ευδρομος εν τη Ηθικη στοιχειωσει και Διογενης ο Βαβυλωνιος και Ποσειδωνιος. Ταυτα δε τα μερη ο μεν Απολλοδωρος τοπους καλει, ο δε Χρυσιππος και Ευδρομος ειδη, αλλοι γενη. Εικαζουσι δε ζωω την φιλοσοφιαν, οστοις μεν και νευροις το λογικον προσομοιουντες, τοις δε σαρκωδεστεροις το ηθικον, τη δε ψυχη το φυσικον. Η παλιν ωω· τα μεν γαρ εκτος ειναι το λογικον, τα δε μετα ταυτα το ηθικον, τα δ' εσωτατω το φυσικον. Η αγρω παμφορω· ου τον μεν περιβεβλημενον φραγμον το λογικον, τον δε καρπον το ηθικον, την δε γην η τα δενδρα το φυσικον. Η πολει καλως τετειχισμενη και κατα λογον διοικουμενη.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it