Le versioni di greco di Dionigi di Alicarnasso e le traduzioni in italiano

Stile di Isocrate

Η δε λεξις, η κεχρηται, τοιουτον τινα χαρακτηρα εχει. Καθαρα μεν εστιν ουχ ηττον της Λυσιου και ουδεν εικη τιθεισα ονομα την τε διαλεκτον ακριβουσα εν τοις πανυ την κοινην και συνηθεστατην. Και γαρ αυτη πεφευγεν απηρχαιωμενων και σημειωδων ονοματων την απειροκαλιαν, κατα δε την τροπικην φρασιν ολιγον τι διαλλαττει της Λυσιου και κεκραται συμμετρως, το τε σαφες εκεινη παραπλησιον εχει και το εναργες, ηθικη τε εστι και πιθανη και πρεπουσα. Στρογγυλη δε ουκ εστιν, ωσπερ εκεινη, και συγκεκροτημενη και προς αγωνας δικανικους ευθετος, υπτια δε εστι μαλλον και κεχυμενη πλουσιως, ουδε δη συντομος ουτως, αλλα και κατασκελης και βραδυτερα του μετριου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it