Le versioni di greco di Erodoto e le traduzioni in italiano

Il pianto di Serse (2)

Μαθων δε μιν Αρταβανος ο πατρως, ος το πρωτον γνωμην απεδεξατο ελευθερως ου συμβουλευων Ξερξη στρατευεσθαι επι την Ελλαδα, οδτος ωνηρ φρασθεις Ξερξην δακρυσαντα ειρετο ταδε· «Ω βασιλευ, ως πολλον αλληλων κεχωρισμενα εργασαο νυν τε και ολιγω προτερον· μακαρισας γαρ σεωυτον δακρυεις». Ο δε ειπε· «Εσηλθε γαρ με λογισαμενον κατοικτιραι ως βραχυς ειη ο πδς ανθρωπινος βιος, ει τουτων γε εοντων τοσουτων ουδεις ες εκατοστον ετος περιεσται». Ο δε αμειβετο λεγων· «Ετερα τουτου παρα την ζοην πεπονθαμεν οικτροτερα. Εν γαρ ουτω βραχει βιω ουδεις ουτω ανθρωπος εων ευδαιμων πεφυκε, ουτε τουτων ουτε των αλλων, τω ου παραστησεται πολλακις και ουκι απαξ' τεθναναι βουλεσθαι μαλλον η ζωειν. Αι τε γαρ συμφοραι προσπιπτσυσαι και αι νουσοι συνταρασσουσαι και βραχυν εοντα μακρον δοκεειν ειναι ποιευσι τον βιον. Ουτω ο μεν θανατος μοχθηρης εουσης της ζοης καταφυγη αιρετωτατη τω ανθρωπω γεγονε· ο δε θεος γλυκυν γευσας τον αιωνα φθονερος εν αυτω ευρισκεται εων».


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it