Versioni di greco di Giamblico tradotte in italiano

Valore della paideia

Παραπλησιως δε τα μεν ουκ επι τοις ανθρωποις ειναι κτησασθαι, παιδευθηναι δε ενδεχεσθαι κατα την ιδιαν προαιρεσιν, ειθ' ουτως προσιοντα φανηναι προς τας της πατριδος πραξεις, ουκ εξ αναιδειας, αλλ' εκ παιδειας. Σχεδον γαρ ταις αγωγαις διαφερειν τους μεν ανθρωπους των θηριων, τους δε Ελληνας των βαρβαρων, τους δε ελευθερους των οικετων, τους δε φιλοσοφους των τυχοντων, ολως δε τηλικαυτην εχοντας υπεροχην, ωστε τους μεν θαττον τρεχοντας των αλλων εκ μιας πολεως της εκεινων επτα κατα την Ολυμπιαν ευρεθηναι, τους δε τη σοφια προεχοντας εξ απασης της οικουμενης επτα συναριθμηθηναι. Εν δε τοις εξης χρονοις, εν οις ην αυτος, ενα φιλοσοφια προεχειν των παντων και γαρ τουτο το ονομα αντι του σοφου εαυτον επωνομασε.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it