Versioni di greco di Giamblico tradotte in italiano

«Pitagorei» e «Pitagoristi»

Κατα δη τουτον τον λογον τους μεν Πυθαγορειους καλεσας, τους δε Πυθαγοριστας, ωσπερ Αττικους τινας ονομαζομεν, ετερους δε Αττικιστας, διελων ουτως πρεποντως τα ονοματα τους μεν γνησιους ειναι ενεστησατο, τους δε ζηλωτας τουτων δηλουσθαι ενομοθετησε. Των μεν ουν Πυθαγορειων κοινην ειναι την ουσιαν διεταξε και την συμβιωσιν αμα δια παντος του χρονου διατελειν, τους δε ετερους ιδιας μεν κτησεις εχειν εκελευσε, συνιοντας δε εις ταυτο συσχολαζειν αλληλοις. Και ουτω την διαδοχην ταυτην απο Πυθαγορου κατ' αμφοτερους τους τροπους συστηναι. Κατ' αλλον δε αυ τροπον δυο ην ειδη της φιλοσοφιας· δυο γαρ ην γενη και των μεταχειριζομενων αυτην, οι μεν ακουσματικοι, οι δε μαθηματικοι. Τουτωνι δε οι μεν μαθηματικοι ωμολογουντο Πυθαγορειοι ειναι υπο των ετερων, τους δε ακουσματικους ουτοι ουχ ωμολογουν, ουτε την πραγματειαν αυτων ειναι Πυθαγορου, αλλ' Ιππασου· τον δε Ιππασου οι μεν Κροτωνιατην φασιν, οι δε Μεταποντινον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it