Le versioni di greco di Isocrate e le traduzioni in italiano

Esaltazione dei Greci (I)

Ουτω δε πολιτικως ειχον ωστε και τας στασεις εποιουντο προς αλληλους, ουχ οποτεροι τους ετερους απολεσαντες των λοιπων αρξουσιν, αλλ' οποτεροι φθησονται την πολιν αγαθον τι ποιησαντες: και τας εταιρειας συνηγον ουχ υπερ των ιδια συμφεροντων, αλλ' επι τη του πληθους ωφελεια. Τον αυτον δε τροπον και τα των αλλων διωκουν, θεραπευοντες, αλλ' ουχ υβριζοντες τους Ελληνας, και στρατηγειν οιομενοι δειν, αλλα μη τυραννειν, και μαλλον επιθυμουντες ηγεμονες η δεσποται προσαγορευεσθαι και σωτηρες, αλλα μη λυμεωνες αποκαλεισθαι, τω ποιειν ευ προσαγομενοι τας πολεις, αλλ' ου βια καταστρεφομενοι, πιστοτεροις μεν τοις λογοις η νυν τοις ορκοις χρωμενοι, ταις δε συνθηκαις ωσπερ αναγκαις εμμενειν αξιουντες. Ουχ ουτως επι ταις δυναστειαις μεγα φρονουντες ως επι τω σωφρονως ζην φιλοτιμουμενοι, την αυτην αξιουντες γνωμην εχειν προς τους ηττους ηνπερ τους κρειττους προς σφας αυτους, ιδια μεν αστη τας αυτων πολεις ηγουμενοι, κοινην δε πατριδα την Ελλαδα νομιζοντες ειναι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it