Le versioni di greco di Lisia e le traduzioni in italiano

Per Mantineo (9-11)

Περι μεν τοινυν αυτης της αιτιας ουκ οιδ' ο τι δει πλειω λεγειν: δοκει δε μοι, ω βουλη, εν μεν τοις αλλοις αγωσι περι αυτων μονων των κατηγορημενων προσηκειν απολογεισθαι, εν δε ταις δοκιμασιαις δικαιον ειναι παντος του βιου λογον διδοναι. Δεομαι ουν υμων μετ' ευνοιας ακροασασθαι μου, ποιησομαι δε την απολογιαν ως αν δυνωμαι δια βραχυτατων. Εγω γαρ πρωτον μεν ουσιας μοι ου πολλης καταλειφθεισης δια τας συμφορας και τας του πατρος και τας της πολεως, δυο μεν αδελτας εξεδωκα, επιδους τριακοντα μνας εκατερα, προς τον αδελφον δ' ουτως ενειμαμην ωστ' εκεινον πλεον ομολογειν εχειν εμου των πατρωων, και προς τους αλλους απαντας ουτως βεβιωκκ ωστε μηδεπωποτε μοι μηδε προς ενα μηδεν εγκλημα γενεσθαι. Και τα μεν ιδια ουτως διψκηκα: περι δε των κοινων μοι μεγιστον ηγουμαι τεκμηριον ειναι της επιεικειας, οτι των νεωτερων οσοι περι κυβους η ποτους η περι τας τοιαυτας ακολασιας τυγχανουσι τας διατριβας ποιουμενοι, παντας αυτους οψεσθε μοι διαφορους οντας, και πλειστα τουτους περι εμου λογοποιουντας και ψευδομενους. Καιτοι δηλον οτι, ει των αυτων επεθυμουμεν, ουκ αν τοιαυτην γνωμην ειχον περι εμου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it