Le versioni di greco di Lisia e le traduzioni in italiano

Per Mantineo (17-19)

Ωστ' ει τινες υμων οργιζονται τοις τα μεν της πολεως αξιουσι πραττειν, εκ δε των κινδυνων αποδιδρασκουσιν, ουκ αν δικαιως περι εμου την γνωμην ταυτην εχοιεν: ου γαρ μονον τα προσταττομενα εποιουν προθυμως, αλλα και κινδυνευειν ετολμων. Και ταυτ' εποιουν ουχ ως ου δεινον ηγουμενος ειναι Λακεδαιμονιοις μαχεσθαι, αλλ' ινα, ει ποτε αδικως εις κινδυνον καθισταιμην, δια ταυτα βελτιων υφ' υμων νομιζομενος απαντων των δικαιων τυγχανοιμι. Και μοι αναβητε τουτων μαρτυρες. Των τοινυν αλλων στρατειων και φρουρων ουδεμιας απελειφθην πωτοτε, αλλα παντα τον χρονον διατετελεκα μετα των πρωτων μεν τας εξοδους ποιουμενος, μετα των τελευταιων δε αναχωρων. Καιτοι χρη τους φιλοτιμως και κοσμιως πολιτευομενους εκ των τοιουτων σκοπειν, αλλ' ουκ ει τις κομα, δια τουτο μισειν: τα μεν γαρ τοιαυτα επιτηδευματα ουτε τους ιδιωτας ουτε το κοινον της πολεως βλαπτει, εκ δε των κινδυνευειν εθελοντων προς τους πολεμιους απαντες υμεις ωφελεισθε. Ωστε ουκ αξιον απ' οψεως, ω βουλη, ουτε φιλειν ουτε μισειν ουδενα, αλλ' εκ των εργων σκοπειν: πολλοι μεν γαρ μικρον διαλεγομενοι και κοσμιως αμπεχομενοι μεγαλων κακων αιτιοι γεγονασιν, ετεροι δε των τοιουτων αμελουντες πολλα καγαθα υμας εισιν ειργασμενοι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it