Le versioni di greco di Luciano e le traduzioni in italiano

Insolita rappresentazione di Eracle presso i Galli

Τον Ηρακλεα οι Κελτοι Ογμιον ονομαζουσι φωνη τη επιχωριω, το δε ειδος του θεου πανυ αλλοκοτον γραφουσι. Γερων εστιν αυτοις ες το εσχατον, αναφαλαντιας, πολιος ακριβως οσαι λοιπαι των τριχων, ρυσος το δερμα και διακεκαυμενος ες το μελαντατον οιοι εισιν οι θαλαττουργοι γεροντες· μαλλον δε Χαρωνα η Ιαπετον τινα των υποταρταριων και παντα μαλλον η Ηρακλεα ειναι αν εικασειας. Αλλα και τοιουτος ων εχει δμως την σκευην την Ηρακλεους· και γαρ την διφθεραν ενηπται την του λεοντος και το ροπαλον εχει εν τη δεξιοι και τον γωρυτον παρηρτηται, και το τοξον εντεταμενον η αριστερα προδεικνυσιν, και ολος Ηρακλης εστι ταυτα γε. Ωιμην ουν εφ' υβρει των Ελληνιων θεων τοιαυτα παρανομειν τους Κελτους ες την μορφην την Ηρακλεους αμυνομενους αυτον τη γραφη, οτι την χωραν ποτε αυτων επηλθεν λειαν ελαυνων, οποτε τας Γηρυονου αγελας ζητων κατεδραμε τα πολλα των εσπεριων γενων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it