Le versioni di greco di Luciano e le traduzioni in italiano

La luna parla a Menippo

Ουπω σταδιον ανεληλυθειν και η Σεληνη γυναικειαν φωνην προιεμενη, «Μενιππε», φησιν, «ουτως οναιο, διακονησαι μοι τι προς τον Δια». «Λεγοις αν», ην δ' εγω· «βαρυ γαρ ουδεν, ην μη τι φερειν δεη». «Πρεσβειαν», εφη, «τινα ου χαλεπην και δεησιν απενεγκε παρ' εμου τω Διι· απειρηκα γαρ ηδη, Μενιππε, πολλα και δεινα παρα των φιλοσοφων ακουουσα, οις ουδεν ετερον εστιν εργον η ταμα πολυπραγμονειν, τις ειμι και πηλικη, και δι ηντινα αιτιαν διχοτομος η αμφικυρτος γιγνομαι. Και οι μεν κατοικεισθαι με φασιν, οι δε κατοπτρου δικην επικρεμασθαι τη θαλαττη, οι δε ο τι αν εκαστος επινοηση τουτο μοι προσαπτουσι. Τα τελευταια δε και το φως αυτο κλοπιμαιον τε και νοθον ειναι μοι φασιν ανωθεν ηκον παρα του Ηλιου, και ου παυονται και προς τουτον με αδελφον οντα συγκρουσαι και στασιασαι προαιρουμενοι· ου γαρ ικανα ην αυτοις α περι αυτου ειρηκασι του Ηλιου, λιθον αυτον ειναι και μυδρον διαπυρον».


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it