Le versioni di greco di Luciano e le traduzioni in italiano

La Cultura persuade Luciano a seguirlo (I)

Εγω δε, ω τεκνον, Παιδεια ειμι ηδη συνηθης σοι και γνωριμη, ει και μηδεπω εις τελος μου πεπειρασαι. Ηλικα μεν ουν τα αγαθα ποριη λιθοξοος γενομενος, αυτη προειρηκεν ουδεν γαρ οτι μη εργατης εση τω σωματι πονων καν τουτω την απασαν ελπιδα του βιου τεθειμενος, αφανης μεν αυτος ων, ολιγα και αγεννη λαμβανων, ταπεινος την γνωμην, ευτελης δε την προοδον, ουτε φιλοις επιδικασιμος ουτε εχθροις φοβερος ουτε τοις πολιταις ζηλωτος, αλλ' αυτο μονον εργατης και των εκ του πολλου δημου εις, αει τον προυχοντα υποπτησσων και τον λεγειν δυναμενον θεραπευων, λαγω βιον ζων και του κρειττονος ερμαιον ων ει δε και Φειδιας η Πολυκλειτος γενοιο και πολλα θαυμαστα εξεργασαιο, την μεν τεχνην απαντες επαινεσονται, ουκ εστι δε οστις των ιδοντων, ει νουν εχοι, ευξαιτ' αν σοι ομοιος γενεσθαν οιος γαρ αν ης, βαναυσος και χειρωναξ και αποχειροβιωτος νομισθηση.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it