Le versioni di greco di Luciano e le traduzioni in italiano

Principi di poetica

Καιτοι, φαιη τις αν παραμυθουμενος, ου ταυτα εικασε σε τω Προμηθει, αλλα το καινουργον τουτο επαινων και μη προς τι αλλο αρχετυπον μεμιμημενον, ωσπερ εκεινος ουκ οντων ανθρωπον τεως εννοησας αυτους ανεπλασεν, τοιαυτα ζωα μορφωσας και διακοσμησας ως ευκινητα τε ειη και οφθηναι χαριεντα. Και το μεν ολον αρχιτεκτων αυτος ην, συνειργαζετο δε τι και η Αθηνα εμπνεουσα τον πηλον και εμψυχα ποιουσα ειναι τα πλασματα. Ο μεν ταυτα αν ειποι, προς γε το ευφημοτατον εξηγουμενος το ειρημενον, και ισως ουτος ο νους ην τω λελεγμενω. Εμοι δε ου πανυ ικανον, ει καινοποιειν δοκοιην, μηδε εχοι τις λεγειν αρχαιοτερον τι του πλασματος ου τουτο απογονον εστιν. Αλλα ει μη και χαριεν φαινοιτο, αισχυνοιμην αν, ευ ισθι, επ' αυτω και ξυμπατησας αν αφανισαιμι. Ουδ' αν ωφελησειεν αυτο, παρα γουν εμοι, η καινοτης, μη ουχι συντετριφθαι αμορφον ον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it