Versioni di greco di Luciano tradotte in italiano

Inghiottiti dalla balena

Και γαρ ημεις δυο μονας ημερας εν ευδια πλευσαντες, της τριτης υποφαινουσης προς ανισχοντα τον ηλιον αφνω ορωμεν θηρια και κητη πολλα μεν και αλλα, εν δε μεγιστον απαντων οσον σταδιων χιλιων και πεντακοσιων το μεγεθος· επηει δε κεχηνος και προ πολλου ταραττον την θαλατταν αφρω τε περικλυζομενον και τους οδοντας εκφαινον πολυ των παρ ημιν φαλλων υψηλοτερους, οξεις δε παντας ωσπερ σκολοπας κάι λευκους ωσπερ ελεφαντινους. Ημεις μεν ουν το υστατον αλληλους προσειποντες και περιβαλοντες εμενομεν το δε ηδη παρην και αναρροφησαν ημας αυτη νηι κατεπιεν. Ου μεντοι εφθη συναραξαι τοις οδουσιν, αλλα δια των αραιωματων η ναυς ες το εσω διεξεπεσεν. Επει δε ενδον ημεν, το μεν πρωτον σκοτος ην και ουδεν εωρωμεν, υστερον δε αυτου αναχανοντος ειδομεν κυτος μεγα και παντη πλατυ και υψηλον, ικανον μυριανδρω πολει ενοικειν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it