Le versioni di greco di Omero e le traduzioni in italiano

Morte di Patroclo

Εκτωρ δ'ως ειδεν Πατροκληα μεγαθυμον αψ αναχαζομενον βεβλημενον οξει καλκω, αγχιμολον ρα οι ηλθε κατα στιχας, ουτα δε δουρι νειατον ες κενεωνα, διαπρο δε χαλκον ελασσε• δουπησεν δε πεσων, μεγα δ' ηκαχε λαον Αχαιων• ως δ' οτε συν ακαμαντα λεων εβιησατο χαρμη, ω τ' ορεος κορυφησι μεγα φρονεοντε μαχεσθον πιδακος αμφ' ολιγης• εθελουσι δε πιεμεν αμφω• πολλα δε τ' ασθμαινοντα λεων εδαμασσε βιηφιν• ως πολεας πεφνοντα Μενοιτιου Εκτωρ Πριαμιδης σχεδον εγχει θυμον απηυρα, και οι επευχομενος επεα πτεροεντα προσηυδα•«Πατροκλ' η που εφησθα παλιν κεραιξεμεν αμην, Τρωιαδας δε γυναικας ελευθερον ημαρ απουρας αξειν εν νηεσσι φιλην ες πατριδα γαιαν νηπιε• ταων δε προσθ' Εκτορος ωκεες ιπποι ποσσιν ορωρεχαται πολεμιζειν• εγχει δ' αυτος Τρωσιφιλοπτολεμοισι μεταπρεπω, ο σφιν αμυνω ημαρ αναγκαιον• σε δε τ' ενθαδε γυπες εδονται. Α δειλ', ουδε τοι εσθλος εων χραισμησεν Αχιλλευς, ος που τοι μολα πολλα μενων επετελλετ' ιοντι• μη μοι πριν ιεναι Πατροκλεες ιπποκελευθε νηας επι γλαφυρας πριν Εκτορος ανδροφονοιο αιματοεντα χιτωνα περι στηθεσσι δαιξαι. Ως που σε προσεφη, σοι δε φρενας αφρονι πειθε». Τον δ' ολιγοδρανεων προσεφης Πατροκλεες ιππευ•«Ηδη νυν Εκτορ μεγαλ' ευχεο• σοι γαρ εδωκε νικην Ζευς Κρονιδης και Απολλων, οι με δαμασσαν ρηιδιως• αυτοι γαρ απ' ωμων τευχε ελοντο. Τοιουτοι δ' ει περ μοι εεικοσιν αντεβολησαν, παντες κ' αυτοθ' ολοντο εμω υπο δουρι δαμεντες. Αλλα με μοιρ' ολοη και Λητους εκτανεν υιος, ανδρων δ' Ευφορβος• συ δε με τριτος εξεναριζεις. Αλλο δε τοι ερεω, συ δ' ενι φρεσι βαλλεο σησιν• ου θην ουδ' αυτος δηρον βεη, αλλα τοι ηδη αγχι παρεστηκεν θανατος και μοιρα κραταιη χερσι δαμεντ' Αχιληος αμυμονος Αιακιδαο». Ως αρα μιν ειποντα τελος θανατοιο καλυψε• ψυχη δ' εκ ρεθεων πταμενη Αιδοσδε δε βεβηκει ον ποτμον γοοωσα λιπουσ' ανδροτητα και ηβην.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it